Clouds

  • June 2020
  • PDF

This document was uploaded by user and they confirmed that they have the permission to share it. If you are author or own the copyright of this book, please report to us by using this DMCA report form. Report DMCA


Overview

Download & View Clouds as PDF for free.

More details

  • Words: 11,262
  • Pages: 57
1ΣΤΡΕΨΙΑΔΗΣ See end for line numbers 2Ἰοὺ ἰού· 3ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν νυκτῶν ὅσον· 4ἀπέραντον. Οὐδέποθ᾿ ἡμέρα γενήσεται ; 5Καὶ μὴν πάλαι γ᾿ ἀλεκτρυόνος ἤκουσ᾿ ἐγώ. 6Οἱ δ᾿ οἰκέται ῥέγκουσιν. Ἀλλ᾿ οὐκ ἂν πρὸ τοῦ. 7Ἁπόλοιο δῆτ᾿, ὦ πόλεμε, πολλῶν οὕνεκα, 8ὅτ᾿ οὐδὲ κολάσ᾿ ἔξεστί μοι τοὺς οἰκέτας. 9Ἀλλ᾿ οὐδ᾿ ὁ χρηστὸς οὑτοσὶ νεανίας 10ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται 11ἐν πέντε σισύραις ἐγκεκορδυλημένος. 12Ἀλλ᾿ εἰ δοκεῖ, ῥέγκωμεν ἐγκεκαλυμμένοι. 13Ἀλλ᾿ οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος 14ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν 15διὰ τουτονὶ τὸν υἱόν δὲ κόμην ἔχων 16ἱππάζεταί τε καὶ ξυνωρικεύεται 17ὀνειροπολεῖ θ᾿ ἵππους. Ἐγὼ δ᾿ ἀπόλλυμαι 18ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας· 19οἱ γὰρ τόκοι χωροῦσιν. Ἅπτε παῖ λύχνον 20κἄκφερε τὸ γραμματεῖον, ἵν᾿ ἀναγνῶ λαβὼν 21ὁπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους. 22Φέρ᾿ ἴδω, τί ὀφείλω ; Δώδεκα μνᾶς Πασίᾳ. 23Τοῦ δώδεκα μνᾶς Πασίᾳ ; Τί ἐχρησάμην ; 24Ὅτ᾿ ἐπριάμην τὸν κοππατίαν. Οἴμοι τάλας, 25εἴθ᾿ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ. 26 27ΦΕΙΔΙΠΠΙΔΗΣ. 28Φίλων, ἀδικεῖς. Ἔλαυνε τὸν σαυτοῦ δρόμον. 29 30Στ. Τοῦτ᾿ ἐστὶ τουτὶ τὸ κακὸν ὅ μ᾿ ἀπολώλεκεν· 31ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν. 32 33Φε. Πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια ; 34 35Στ. Ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρ᾿ ἐλαύνεις δρόμους. 36Ατὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν ; 37Τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμεινίᾳ. 38 39Φε. Ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε. 40 41Στ. Ἀλλ᾿ ὦ μέλ᾿ ἐξήλικας ἐμέ γ᾿ ἐκ τῶν ἐμῶν, 42ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου

43ἐνεχυράσεσθαί φασιν. 44 45Φε. Ἐτεόν, ὦ πάτερ, 46τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθ᾿ ὅλην ; 47 48Στ. Δάκνει μέ τις δήμαρχος ἐκ τῶν στρωμάτων. 49 50Φε. Ἔασον ὦ δαιμόνιε καταδαρθεῖν τί με. 51 52Στ. Σὺ δ᾿ οὖν κάθευδε. Τὰ δὲ χρέα ταῦτ᾿ ἴσθ᾿ ὅτι 53εἰς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται. 54Φεῦ. 55Εἴθ᾿ ὤφελ᾿ ἡ προμνήστρι᾿ ἀπολέσθαι κακῶς 56ἥτις με γῆμ᾿ ἐπῆρε τὴν σὴν μητέρα· 57ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίος, 58εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος, 59βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις. 60Ἔπειτ᾿ ἔγημα Μεγακλέους τοῦ Μεγακλέους 61ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως, 62σεμνήν, τρυφῶσαν, ἐγκεκοισυρωμένην. 63Ταύτην ὅτ᾿ ἐγάμουν, συγκατεκλινόμην ἐγὼ 64ὄζων τρυγός, τρασιᾶς, ἐρίων, περιουσίας, 65ἡ δ᾿ αὖ μύρου, κρόκου, καταγλωττισμάτων, 66δαπάνης, λαφυγμοῦ, Κωλιάδος, Γενετυλλίδος. 67Οὐ μὴν ἐρῶ γ᾿ ὡς ἀργὸς ἦν, ἀλλ᾿ ἐσπάθα, 68ἐγὼ δ᾿ ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ 69πρόφασιν ἔφασκον· ὦ γύναι, λίαν σπαθᾷς. 70 71ΟΙΚΕΤΗΣ 72Ἔλαιον ἡμῖν οὐκ ἔνεστ᾿ ἐν τῷ λύχνῳ. 73 74Στ. Οἴμοι. Τί γάρ μοι τὸν πότην ἧπτες λύχνον ; 75Δεῦρ᾿ ἔλθ᾿ ἵνα κλάῃς. 76Οἰ. Διὰ τί δῆτα κλαύσομαι ; 77 78Στ. Ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων. 79Μετὰ ταῦθ᾿, ὅπως νῷν ἐγένεθ᾿ υἱὸς οὑτοσί, 80ἐμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ, 81περὶ τοὐνόματος δὴ ᾿ντεῦθεν ἐλοιδορούμεθα. 82ἡ μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα, 83Ξάνθιππον ἢ Χάριππον ἢ Καλλιππίδην, 84ἐγὼ δὲ τοῦ πάππου ᾿τιθέμην Φειδωνίδην.

85Τέως μὲν οὖν ἐκρινόμεθ᾿· εἶτα τῷ χρόνῳ 86κοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην. 87Τοῦτον τὸν υἱὸν λαμβάνουσ᾿ ἐκορίζετο· 88ὅταν σὺ μέγας ὢν ἅρμ᾿ ἐλαύνῃς πρὸς πόλιν, 89ὥσπερ Μεγακλέης, ξυστίδ᾿ ἔχων ἐγὼ δ᾿ ἔφην· 90ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως, 91ὥσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος. 92Ἀλλ᾿ οὐκ ἐπείθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις, 93ἀλλ᾿ ἵππερόν μου κατέχεεν τῶν χρημάτων. 94Νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦ 95μίαν ηὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ, 96ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι. 97Ἀλλ᾿ ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι. 98Πῶς δῆτ᾿ ἂν ἥδιστ᾿ αὐτὸν ἐπεγείραιμι ; Πῶς ; 99Φειδιππίδη, Φειδιππίδιον. 100 101Φε. Τί, ὦ πάτερ ; 102 103Στ. Κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν. 104 105Φε. ἰδού. Τί ἐστιν ; 106 107Στ. Εἰπέ μοι, φιλεῖς ἐμέ ; 108 109Φε. Νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον. 110 111Στ. Μή μοι γε τοῦτον μηδαμῶς τὸν ἵππιον· 112οὗτος γὰρ ὁ θεὸς αἴτιός μοι τῶν κακῶν. 113Ἀλλ᾿ εἴπερ ἐκ τῆς καρδίας μ᾿ ὄντως φιλεῖς, 114ὦ παῖ, πιθοῦ. 115 116Φε. Τί οὖν πίθωμαι δῆτά σοι ; 117 118Στ. Ἔκτρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους 119καὶ μάνθαν᾿ ἐλθὼν ἃν ἐγὼ παραινέσω. 120 121Φε. Λέγε δή, τί κελεύεις ; 122 123Στ. Καί τι πείσει ; 124 125Φε. Πείσομαι, 126νὴ τὸν Διόνυσον.

127 128Στ. Δεῦρό νυν ἀπόβλεπε. 129Ὁρᾷς τὸ θύριον τοῦτο καὶ τοἰκίδιον ; 130 131Φε. Ὁρῶ. Τί οὖν τοῦτ᾿ ἐστὶν ἐτεόν, ὦ πάτερ ; 132 133Στ. Ψυχῶν σοφῶν τοῦτ᾿ ἐστὶ φροντιστήριον. 134Ἐνταῦθ᾿ ἐνοικοῦσ᾿ ἄνδρες οἳ τὸν οὐρανὸν 135λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς, 136κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δ᾿ ἅνθρακες. 137Οὗτοι διδάσκουσ᾿, ἀργύριον ἤν τις διδῷ, 138λέγοντα νικᾶν καὶ δίκαια κἄδικα. 139 140Φε. Εἰσὶν δὲ τίνες ; 141 142Στ. Οὐκ οἶδ᾿ ἀκριβῶς τοὔνομα. 143Μεριμνοφροντισταὶ καλοί τε κἀγαθοί. 144 145Φε. Αἰβοῖ, πονηροί γ᾿, οἶδα. Τοὺς ἀλαζόνας, 146τοὺς ὠχριῶντας, τοὺς ἀνυποδήτους λέγεις, 147ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν. 148 149Στ. Ἤ ἤ, σιώπα. Μηδὲν εἴπῃς νήπιον. 150Ἀλλ᾿ εἴ τι κήδει τῶν πατρῴων ἀλφίτων, 151τούτων γενοῦ μοι, σχασάμενος τὴν ἱππικήν. 152 153Φε. Οὐκ ἂν μὰ τὸν Διόνυσον εἰ δοίης γέ μοι 154τοὺς Φασιανοὺς οὓς τρέφει Λεωγόρας. 155 156Στ. Ἴθ᾿, ἀντιβολῶ σ᾿, ὦ φίλτατ᾿ ἀνθρώπων ἐμοί, 157ἐλθὼν διδάσκου. 158Φε. Καὶ τί σοι μαθήσομαι ; 159 160Στ. Εἶναι παρ᾿ αὐτοῖς φασὶν ἄμφω τὼ λόγω, 161τὸν κρείττον᾿, ὅστις ἐστί, καὶ τὸν ἥττονα. 162Τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα, 163νικᾶν λέγοντά φασι τἀδικώτερα. 164Ἤν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον, 165ἃ νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶν 166οὐκ ἂν ἀποδοίην οὐδ᾿ ἂν ὀβολὸν οὐδενί. 167 168Φε. Οὐκ ἂν πιθοίμην· οὐ γὰρ ἂν τλαίην ἰδεῖν

169τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος. 170 171Στ. Οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γ᾿ ἐμῶν ἔδει 172οὔτ᾿ αὐτὸς οὔθ᾿ ὁ ζύγιος οὔθ᾿ ὁ σαμφόρας, 173ἀλλ᾿ ἐξελῶ σ᾿ εἰς κόρακας ἐκ τῆς οἰκίας. 174 175Φε. Ἀλλ᾿ οὐ περιόψεταί μ᾿ ὁ θεῖος Μεγακλέης 176ἄνιππον. Ἀλλ᾿ εἴσειμι, σοῦ δ᾿ οὐ φροντιῶ. 177 178Στ. Ἀλλ᾿ οὐδ᾿ ἐγὼ μέντοι πεσών γε κείσομαι, 179ἀλλ᾿ εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι 180αὐτὸς βαδίζων εἰς τὸ φροντιστήριον. 181Πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺς 182λόγων ἀκριβῶν σκινδαλάμους μαθήσομαι ; 183Ἰτητέον. Τί ταῦτ᾿ ἔχων στραγγεύομαι 184ἀλλ᾿ οὐχὶ κόπτω τὴν θύραν ; Παῖ, παιδίον. 185 186ΜΑΘΗΤΗΣ. 187Βάλλ᾿ εἰς κόρακας. Τίς ἐσθ᾿ ὁ κόψας τὴν θύραν ; 188 189Στ. Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν. 190 191Μα. Ἀμαθής γε νὴ Δί᾿, ὅστις οὑτωσὶ σφόδρα 192ἀπεριμερίμνως τὴν θύραν λελάκτικας 193καὶ φροντίδ᾿ ἐξήμβλωκας ἐξηυρημένην. 194 195Στ. Σύγγνωθί μοι· τηλοῦ γὰρ οἰκῶν τῶν ἀγρῶν. 196Ἀλλ᾿ εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον. 197 198Μα. Ἀλλ᾿ οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν. 199 200Στ. Λέγε νυν ἐμοὶ θαρρῶν· ἐγὼ γὰρ οὑτοσὶ 201ἥκω μαθητὴς εἰς τὸ φροντιστήριον. 202 203Μα. Λέξω, νομίσαι δὲ ταῦτα χρὴ μυστήρια. 204Ἀνήρετ᾿ ἄρτι Χαιρεφῶντα Σωκράτης 205ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας. 206Δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦν 207ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο. 208 209Στ. Πῶς δῆτα διεμέτρησε ; 210῎

211Μα. Δεξιώτατα. 212Κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν 213ἐνέβαψεν εἰς τὸν κηρὸν αὐτῆς τὼ πόδε, 214κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί. 215Ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον. 216 217Στ. Ὦ Ζεῦ βασιλεῦ, τῆς λεπτότητος τῶν φρενῶν. 218 219Μα. Τί δῆτ᾿ ἄν, ἕτερον εἰ πύθοιο Σωκράτους 220φρόντισμα ; 221 222Στ. Ποῖον ; Ἀντιβολῶ, κάτειπέ μοι. 223 224Μα. Ἀνήρετ᾿ αὐτὸν Χαιρεφῶν ὁ Σφήττιος 225ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδας 226κατὰ τὸ στόμ᾿ ᾄδειν ἢ κατὰ τοὐρροπύγιον. 227 228Στ. Τί δῆτ᾿ ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος ; 229 230Μα. Ἐφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδος 231στενόν, διὰ λεπτοῦ δ᾿ ὄντος αὐτοῦ τὴν πνοὴν 232βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου· 233ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον 234τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος. 235 236Στ. Σάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων. 237Ὦ τρισμακάριος τοῦ διεντερεύματος. 238Ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην 239ὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος. 240 241Μα. Πρῴην δέ γε γνώμην μεγάλην ἀφῃρέθη 242ὑπ᾿ ἀσκαλαβώτου. 243 244Στ. Τίνα τρόπον ; Κάτειπέ μοι. 245 246Μα. Ζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺς 247καὶ τὰς περιφοράς, εἶτ᾿ ἄνω κεχηνότος 248ἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν. 249 250Στ. Ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους. 251 252Μα. Ἐχθὲς δέ γ᾿ ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας.

253 254Στ. Εἶἑν. Τί οὖν πρὸς τἄλφιτ᾿ ἐπαλαμήσατο ; 255 256Μα. Κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφραν, 257κάμψας ὀβελίσκον, εἶτα διαβήτην λαβών, 258ἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο. 259 260Στ. Τί δῆτ᾿ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν ; 261Ἄνοιγ᾿ ἄνοιγ᾿ ἁνύσας τὸ φροντιστήριον 262καὶ δεῖξον ὡς τάχιστά μοι τὸν Σωκράτη. 263Μαθητιῶ γάρ. Ἀλλ᾿ ἄνοιγε τὴν θύραν. 264Ὦ Ἡράκλεις, ταυτὶ ποδαπὰ τὰ θηρία ; 265 266Μα. Τί ἐθαύμασας ; Τῷ σοι δοκοῦσιν εἰκέναι ; 267 268Στ. Τοῖς ἐκ Πύλου ληφθεῖσι, τοῖς Λακωνικοῖς. 269Ἀτὰρ τί ποτ᾿ εἰς τὴν γῆν βλέπουσιν οὑτοι ; 270 271Μα. Ζητοῦσιν οὗτοι τὰ κατὰ γῆς. 272 273Στ. Βολβοὺς ἄρα 274ζητοῦσι. Μή νυν τοῦτό γ᾿ ἔτι φροντίζετε· 275ἐγὼ γὰρ οἶδ᾿ ἵν᾿ εἰσὶ μεγάλοι καὶ καλοί. 276Τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρ᾿ ἐγκεκυφότες ; 277 278Μα. Οὗτοι δ᾿ ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον. 279 280Στ. Τί δῆθ᾿ ὁ πρωκτὸς εἰς τὸν οὐρανὸν βλέπει ; 281 282Μα. Αὐτὸς καθ᾿ αὑτὸν ἀστρονομεῖν διδάσκεται. 283Ἀλλ᾿ εἴσιθ᾿, ἵνα μὴ ᾿κεῖνος ὑμῖν ἐπιτύχῃ. 284 285Στ. Μήπω γε μήπω γ᾿, ἀλλ᾿ ἐπιμεινάντων, ἵνα 286αὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν. 287 288Μα. Ἀλλ᾿ οὐχ οἷόν τ᾿ αὐτοῖσι πρὸς τὸν ἀέρα 289ἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον. 290 291Στ. Πρὸς τῶν θεῶν, τί γὰρ τάδ᾿ ἐστίν ; Εἰπέ μοι. 292 293Μα. Ἀστρονομία μὲν αὑτηί. 294

295 296Στ. Τουτὶ δὲ τί ; 297 298Μα. Γεωμετρία. 299 300Στ. Τοῦτ᾿ οὖν τί ἐστι χρήσιμον ; 301 302Μα. Γῆν ἀναμετρεῖσθαι. 303 304Στ. Πότερα τὴν κληρουχικήν ; 305 306Μα. Οὔκ, ἀλλὰ τὴν σύμπασαν. 307 308Στ. ἀστεῖον λέγεις· 309τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον. 310 311Μα. Αὕτη δέ σοι γῆς περίοδος πάσης. Ὀρᾷς ; 312Αἵδε μὲν Ἀθῆναι. 313 314Στ. Τί σὺ λέγεις ; Οὐ πείθομαι, 315ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους. 316 317Μα. Ὡς τοῦτ᾿ ἀληθῶς Ἀττικὸν τὸ χωρίον. 318 319Στ. Καὶ ποῦ Κικυννῆς εἰσίν, οὑμοὶ δημόται ; 320 321Μα. Ἐνταῦθ᾿ ἔνεισιν. Ἡ δέ γ᾿ Εὔβοι᾿, ὡς ὁρᾷς, 322ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ. 323 324Στ. Οἶδ᾿· ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους. 325Ἀλλ᾿ ἡ Λακεδαίμων ποῦ ᾿στίν ; 326 327 328Μα. Ὅπου ᾿στίν ; Αὑτηί. 329 330Στ. Ὡς ἐγγὺς ἡμῶν. Τοῦτο μεταφροντίζετε, 331ταύτην ἀφ᾿ ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ. 332 333Μα. ἀλλ᾿ οὐχ οἷόν τε. 334 335Στ. Νὴ Δί᾿, οἰμώξεσθ᾿ ἄρα. 336Φέρε τίς γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ἀνήρ ;

337 338Μα. Αὐτός. 339 340Στ. Τίς αὐτός ; 341 342Μα. Σωκράτης. 343 344Στ. Ὦ Σωκράτης. 345ἴθ᾿ οὗτος ἀναβόησον αὐτόν μοι μέγα. 346 347Μα. Αὐτὸς μὲν οὖν σὺ κάλεσον· οὐ γάρ μοι σχολή. 348 349Στ. Ὦ Σώκρατες, 350ὦ Σωκρατίδιον. 351 352ΣΩΚΡΑΤΗΣ 353Τί με καλεῖς, ὦφήμερε ; 354 355Στ. Πρῶτον μὲν ὅ τι δρᾷς, ἀντιβολῶ, κάτειπέ μοι. 356 357Σω. Ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον. 358 359Στ. Ἐπειτ᾿ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς, 360ἀλλ᾿ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ ; 361 362Σω. Οὐ γὰρ ἄν ποτε 363ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα 364εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα, 365λεπτὴν καταμείξας εἰς τὸν ὅμοιον ἀέρα. 366Εἰ δ᾿ ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν, 367οὐκ ἄν ποθ᾿ ηὗρον· οὐ γὰρ ἀλλ᾿ ἡ γῆ βίᾳ 368ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος. 369Πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα. 370 371Στ. Τί φῄς ; 372Ἡ φροντὶς ἕλκει τὴν ἰκμάδ᾿ εἰς τὰ κάρδαμα ; 373Ἴθι νυν κατάβηθ᾿, ὦ Σωκρατίδιον, ὡς ἐμέ, 374ἵνα με διδάξῃς ὧνπερ ἕνεκ᾿ ἐλήλυθα. 375 376Σω. Ἦλθες δὲ κατὰ τί ; 377 378Στ. Βουλόμενος μαθεῖν λέγειν·

379ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων 380ἄγομαι, φέρομαι, τὰ χρήματ᾿ ἐνεχυράζομαι. 381 382Σω. Πόθεν δ᾿ ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος ; 383 384Στ. Νόσος μ᾿ ἐπέτριψεν ἱππική, δεινὴ φαγεῖν. 385Ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν, 386τὸν μηδὲν ἀποδιδόντα. Μισθὸν δ᾿ ὅντιν᾿ ἂν 387πράττῃ μ᾿, ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς. 388 389Σω. Ποίους θεοὺς ὀμεῖ σύ ; Πρῶτον γὰρ θεοὶ 390ἡμῖν νόμισμ᾿ οὐκ ἔστι. 391 392Στ. Τῷ γὰρ ὄμνυτε ; 393Σιδαρέοισιν, ὥσπερ ἐν Βυζαντίῳ ; 394 395Σω. Βούλει τὰ θεῖα πράγματ᾿ εἰδέναι σαφῶς 396ἅττ᾿ ἐστὶν ὀρθῶς ; 397 398Στ. Νὴ Δί᾿, εἴπερ ἐστί γε. 399 400Σω. Καὶ συγγενέσθαι ταῖς Νεφέλαισιν εἰς λόγους, 401ταῖς ἡμετέραισι δαίμοσιν ; 402 403Στ. Μάλιστά γε. 404 405Σω. Κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα. 406 407Στ. Ἰδού, κάθημαι. 408 409Σω. Τουτονὶ τοίνυν λαβὲ 410τὸν στέφανον. 411 412Στ. Ἐπὶ τί στέφανον ; Οἴμοι, Σώκρατες, 413ὥσπερ με τὸν Ἀθάμανθ᾿ ὅπως μὴ θύσετε. 414 415Σω. Οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένους 416ἡμεῖς ποιοῦμεν. 417 418Στ. Εἶτα δὴ τί κερδανῶ ; 419 420Σω. Λέγειν γενήσει τρῖμμα, κρόταλον, παιπάλη.

421Ἀλλ᾿ ἔχ᾿ ἀτρεμεί. 422Στ. Μὰ τὸν Δί᾿ οὐ ψεύσει γέ με· 423καταπαττόμενος γὰρ παιπάλη γενήσομαι. 424 425Σω. Εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν. 426Ὦ δέσποτ᾿ ἄναξ, ἀμέτρητ᾿ Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον, 427λαμπρός τ᾿ Αἰθήρ, σεμναί τε θεαὶ Νεφέλαι 428βροντησικέραυνοι, 429ἄρθητε, φάνητ᾿, ὦ δέσποιναι, τῷ φροντιστῇ μετέωροι. 430 431Στ. Μήπω, μήπω γε, πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ 432καταβρεχθῶ. 433Τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμον᾿ 434ἔχοντα. 435 436Σω. Ἔλθετε δῆτ᾿, ὦ πολυτίμητοι Νεφέλαι, τῷδ᾿ εἰς 437ἐπίδειξιν· 438εἴτ᾿ ἐπ᾿ Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε, 439εἴτ᾿ Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις, 440εἴτ᾿ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε 441πρόχοισιν, 442ἢ Μαιῶτιν λίμνην ἔχετ᾿ ἢ σκόπελον νιφόεντα Μίμαντος· 443ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι. 444 445ΧΟΡΟΣ Ἀέναοι Νεφέλαι, 446ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον 447πατρὸς ἀπ᾿ Ὠκεανοῦ βαρυαχέος 448ὑψηλῶν ὀρέων κορυφὰς ἔπι 449δενδροκόμους, ἵνα 450τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα 451καρπούς τ᾿ ἀρδομέναν ἱερὰν χθόνα 452καὶ ποταμῶν ζαθέων κελαδήματα 453καὶ πόντον κελάδοντα βαρύβρομον· 454ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖται 455μαρμαρέαισιν αὐγαῖς. 456Ἀλλ᾿ ἀποσεισάμεναι νέφος ὄμβριον 457ἀθανάτας ἰδέας ἐπιδώμεθα 458τηλεσκόπῳ ὄμματι γαῖαν. 459 460Σω. Ὦ μέγα σεμναὶ Νεφέλαι, φανερῶς ἠκούσατέ μου 461καλέσαντος. 462Ἤισθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου ;

463 464Στ. Καὶ σέβομαί γ᾿, ὦ πολυτίμητοι, καὶ βούλομαι 465ἀνταποπαρδεῖν 466πρὸς τὰς βροντάς· οὕτως αὐτὰς τετραμαίνω καὶ 467πεφόβημαι. 468Κεἰ θέμις ἐστίν, νυνί γ᾿ ἤδη, κεἰ μὴ θέμις ἐστί, χεσείω. 469 470Σω. Οὐ μὴ σκώψει μηδὲ ποήσεις ἅπερ οἱ τρυγοδαίμονες 471οὗτοι, 472ἀλλ᾿ εὐφήμει· μέγα γάρ τι θεῶν κινεῖται σμῆνος ἀοιδαῖς. 473 474Χο. Παρθένοι ὀμβροφόροι, 475ἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὔανδρον γᾶν 476Κέκροπος ὀψόμεναι πολυήρατον· 477οὗ σέβας ἀρρήτων ἱερῶν, ἵνα 478μυστοδόκος δόμος 479ἐν τελεταῖς ἁγίαις ἀναδείκνυται· 480οὐρανίοις τε θεοῖς δωρήματα, 481ναοί θ᾿ ὑψερεφεῖς καὶ ἀγάλματα, 482καὶ πρόσοδοι μακάρων ἱερώταται 483εὐστέφανοί τε θεῶν θυσίαι θαλίαι τε 484παντοδαπαῖσιν ὥραις, 485ἦρί τ᾿ ἐπερχομένῳ Βρομία χάρις 486εὐκελάδων τε χορῶν ἐρεθίσματα 487καὶ μοῦσα βαρύβρομος αὐλῶν. 488 489Στ. Πρὸς τοῦ Διός, ἀντιβολῶ σε, φράσον, τίνες εἴσ᾿, ὦ 490Σώκρατες, αὗται 491αἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν ; Μῶν ἡρῷναί τινές εἰσιν ; 492 493Σω. Ἥκιστ᾿, ἀλλ᾿ οὐράνιαι Νεφέλαι, μεγάλαι θεαὶ ἀνδράσιν 494ἀργοῖς, 495αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσιν 496καὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν. 497 498Στ. Ταῦτ᾿ ἄρ᾿ ἀκούσασ᾿ αὐτῶν τὸ φθέγμ᾿ ἡ ψυχή μου 499πεπότηται 500καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στενολεσχεῖν 501καὶ γνωμιδίῳ γνώμην νύξασ᾿ ἑτέρῳ λόγῳ ἀντιλογῆσαι· 502ὥστ᾿ εἴ πως ἐστίν, ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ. 503

504Σω. Βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθ᾿· ἤδη γὰρ ὁρῶ 505κατιούσας 506ἡσυχῇ αὐτάς. 507 508Στ. Φέρε ποῦ ; Δεῖξον. 509 510Σω. Χωροῦσ᾿ αὗται πάνυ πολλαὶ 511διὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι. 512 513Στ. Τί τὸ χρῆμα ; 514Ὡς οὐ καθορῶ. 515 516Σω. Παρὰ τὴν εἴσοδον. 517 518Στ. Ἤδη νυνὶ μόλις οὕτως. 519 520Σω. Νῦν γέ τοι ἤδη καθορᾷς αὐτάς, εἰ μὴ λημᾷς 521κολοκύνταις. 522 523Στ. Νὴ Δί᾿ ἔγωγ᾿. Ὀ πολυτίμητοι· πάντα γὰρ ἤδη 524κατέχουσιν. 525 526Σω. Ταύτας μέντοι σὺ θεὰς οὔσας οὐκ ᾔδεις οὐδ᾿ ἐνόμιζες ; 527 528Στ. Μὰ Δί᾿, ἀλλ᾿ ὁμίχλην καὶ δρόσον αὐτὰς ἡγούμην καὶ 529καπνὸν εἶναι. 530 531Σω. Οὐ γὰρ μὰ Δί᾿ οἶσθ᾿ ὁτιὴ πλείστους αὗται βόσκουσι 532σοφιστάς, 533Θουριομάντεις, ἰατροτέχνας, σφραγιδονυχαργοκομήτας· 534κυκλίων τε χορῶν ᾀσματοκάμπτας, ἄνδρας 535μετεωροφένακας, 536οὐδὲν δρῶντας βόσκουσ᾿ ἀργούς, ὅτι ταύτας μουσοποοῦσιν. 537 538Στ. Ταῦτ᾿ ἄρ᾿ ἐποίουν ὑγρᾶν Νεφελᾶν στρεπταίγλαν δάϊον 539ὁρμάν, 540πλοκάμους θ᾿ ἑκατογκεφάλα Τυφῶ πρημαινούσας τε 541θυέλλας, 542εἶτ᾿ ἀερίας διεράς γαμψούς τ᾿ οἰωνοὺς ἀερονηχεῖς 543ὄμβρους θ᾿ ὑδάτων δροσερᾶν νεφελᾶν· εἶτ᾿ ἀντ᾿ αὐτῶν 544κατέπινον 545κεστρᾶν τεμάχη μεγαλᾶν ἀγαθᾶν κρέα τ᾿ ὀρνίθεια κιχηλᾶν.

546 547Σω. Διὰ μέντοι τάσδ᾿. Οὐχὶ δικαίως ; 548Στ. Λέξον δή μοι, τί παθοῦσαι, 549εἴπερ νεφέλαι γ᾿ εἰσὶν ἀληθῶς, θνηταῖς εἴξασι γυναιξίν ; 550Οὐ γὰρ ἐκεῖναί γ᾿ εἰσὶ τοιαῦται. 551Σω. Φέρε, ποῖαι γάρ τινές εἰσιν ; 552 553Στ. Οὐκ οἶδα σαφῶς· εἴξασιν δ᾿ οὖν ἐρίοισιν πεπταμένοισιν, 554κοὐχὶ γυναιξίν, μὰ Δί᾿, οὐδ᾿ ὁτιοῦν· αὗται δὲ ῥῖνας ἔχουσιν. 555 556Σω. Ἀπόκριναί νυν ἅττ᾿ ἂν ἔρωμαι. 557Στ. Λέγε νυν ταχέως ὅτι βούλει. 558 559Σω. Ἤδη ποτ᾿ ἀναβλέψας εἶδες νεφέλην κενταύρῳ ὁμοίαν 560ἢ παρδάλει ἢ λύκῳ ἢ ταύρῳ ; 561 562Στ. Νὴ Δί᾿ ἔγωγ᾿. Εἶτα τί τοῦτο ; 563 564Σω. Γίγνονται πάνθ᾿ ὅτι βούλονται· κᾆτ᾿ ἢν μὲν ἴδωσι 565κομήτην 566ἄγριόν τινα τῶν λασίων τούτων, οἷόνπερ τὸν Ξενοφάντου, 567σκώπτουσαι τὴν μανίαν αὐτοῦ κενταύροις ᾔκασαν αὑτάς. 568 569Στ. Τί γὰρ ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα, τί 570ῖǃὒδρῶσιν ; 571 572Σω. Ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης 573ἐγένοντο. 574 575Στ. Ταῦτ᾿ ἄρα, ταῦτα Κλεώνυμον αὗται τὸν ῥίψασπιν χθὲς 576ἰδοῦσαι, 577ὅτι δειλότατον τοῦτον ἑώρων, ἔλαφοι διὰ τοῦτ᾿ ἐγένοντο. 578 579Σω. Καὶ νῦν γ᾿ ὅτι Κλεισθένη εἶδον, ὁρᾷς, διὰ τοῦτ᾿ 580ἐγένοντο γυναῖκες. 581 582Στ. Χαίρετε τοίνυν, ὦ δέσποιναι· καὶ νῦν, εἴπερ τινὶ κἄλλῳ, 583οὐρανομήκη ῥήξατε κἀμοὶ φωνήν, ὦ παμβασίλειαι. 584 585Χο. Χαῖρ᾿, ὦ πρεσβῦτα παλαιογενές, θηρατὰ λόγων 586φιλομούσων.

587Σύ τε, λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς ὅτι 588χρῄζεις· 589οὐ γὰρ ἂν ἄλλῳ γ᾿ ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν 590πλὴν ἢ Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δὲ 591ὅτι βρενθύει τ᾿ ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις 592κἀνυπόδητος κακὰ πόλλ᾿ ἀνέχει κἀφ᾿ ἡμῖν σεμνοπροσωπεῖς. 593 594Στ. Ὦ Γῆ, τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ 595τερατῶδες. 596 597Σω. Αὗται γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντ᾿ ἐστὶ 598φλύαρος. 599 600Στ. Ὁ Ζεὺς δ᾿ ὑμῖν, φέρε, πρὸς τῆς Γῆς, Οὑλύμπιος οὐ θεός 601ἐστιν ; 602 603Σω. Ποῖος Ζεύς ; Οὐ μὴ ληρήσεις. Οὐδ᾿ ἐστὶ Ζεύς. 604 605Στ. Τί λέγεις σύ ; 606Ἀλλὰ τίς ὕει ; Τουτὶ γὰρ ἔμοιγ᾿ ἀπόφηναι πρῶτον ἁπάντων. 607 608Σω. Αὗται δήπου· μεγάλοις δέ σ᾿ ἐγὼ σημείοις αὐτὸ 609διδάξω. 610Φέρε, ποῦ γὰρ πώποτ᾿ ἄνευ νεφελῶν ὕοντ᾿ ἤδη τεθέασαι ; 611Καίτοι χρῆν αἰθρίας ὕειν αὐτόν, ταύτας δ᾿ ἀποδημεῖν. 612 613Στ. Νὴ τὸν Ἀπόλλω, τοῦτό γε τοι τῷ νυνὶ λόγῳ εὖ 614προσέφυσας. 615Καίτοι πρότερον τὸν Δί᾿ ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν. 616Ἀλλ᾿ ὅστις ὁ βροντῶν ἐστὶ φράσον, τοῦθ᾿ ὅ με ποιεῖ 617τετρεμαίνειν. 618 619Σω. Αὗται βροντῶσι κυλινδόμεναι. 620 621Στ. Τῷ τρόπῳ, ὦ πάντα σὺ τολμῶν ; 622 623Σω. Ὅταν ἐμπλησθῶσ᾿ ὕδατος πολλοῦ κἀναγκασθῶσι 624φέρεσθαι 625κατακριμνάμεναι πλήρεις ὄμβρου δι᾿ ἀνάγκην, εἶτα βαρεῖαι 626εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν. 627

628Στ. Ὁ δ᾿ ἀναγκάζων ἐστὶ τίς αὐτάς οὐχ ὁ Ζεύς ; Ὥστε 629φέρεσθαι ; 630 631Σω. Ἥκιστ᾿, ἀλλ᾿ αἰθέριος δῖνος. 632 633Στ. Δῖνος ; Τουτί μ᾿ ἐλελήθει, 634ὁ Ζεὺς οὐκ ὤν, ἀλλ᾿ ἀντ᾿ αὐτοῦ Δῖνος νυνὶ βασιλεύων. 635Ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μ᾿ 636ἐδίδαξας. 637 638Σω. Οὐκ ἤκουσάς μου τὰς νεφέλας ὕδατος μεστὰς ὅτι φημὶ 639ἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα ; 640 641Στ. Φέρε, τουτὶ τῷ χρὴ πιστεύειν ; 642 643Σω. Ἀπὸ σαυτοῦ ᾿γώ σε διδάξω. 644Ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτ᾿ ἐταράχθης 645τὴν γαστέρα καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν ; 646 647Στ. Νὴ τὸν Ἀπόλλω, καὶ δεινὰ ποεῖ γ᾿ εὐθύς μοι καὶ 648τετάρακται, 649χὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν, 650ἀτρέμας πρῶτον, παππὰξ παππάξ, κἄπειτ᾿ ἐπάγει 651παπαπαππάξ· 652χὤταν χέζω, κομιδῇ βροντᾷ, παπαπαππάξ, ὥσπερ ἐκεῖναι. 653 654Σω. Σκέψαι τοίνυν ἀπὸ γαστριδίου τυννουτουὶ οἷα 655πέπορδας· 656τὸν δ᾿ ἀέρα τόνδ᾿ ὄντ᾿ ἀπέραντον πῶς οὐκ εἰκὸς μέγα 657βροντᾶν ; 658Ταῦτ᾿ ἄρα καὶ τὠνόματ᾿ ἀλλήλοιν, βροντὴ καὶ πορδή, 659ὁμοίω. 660 661Στ. Ἀλλ᾿ ὁ κεραυνὸς πόθεν αὖ φέρεται λάμπων πυρί, τοῦτο 662δίδαξον, 663καὶ καταφρύγει βάλλων ἡμᾶς, τοὺς δὲ ζῶντας περιφλεύει. 664Τοῦτον γὰρ δὴ φανερῶς ὁ Ζεὺς ἵησ᾿ ἐπὶ τοὺς ἐπιόρκους. 665 666Σω. Καὶ πῶς, ὦ μῶρε σὺ καὶ Κρονίων ὄζων καὶ βεκκεσέληνε, 667εἴπερ βάλλει τοὺς ἐπιόρκους, δῆτ᾿ οὐχὶ Σίμων᾿ ἐνέπρησεν 668οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον ; Καίτοι σφόδρα γ᾿ εἴσ᾿ 669ἐπίορκοι.

670Ἀλλὰ τὸν αὑτοῦ γε νεὼν βάλλει καὶ Σούνιον, ἄκρον 671Ἀθηνέων, 672καὶ τὰς δρῦς τὰς μεγάλας, τί μαθών ; Οὐ γὰρ δὴ δρῦς γ᾿ 673ἐπίορκεῖ. 674 675Στ. Οὐκ οἶδ᾿· ἀτὰρ εὖ σὺ λέγειν φαίνει. Τί γάρ ἐστιν δῆθ᾿ ὁ 676κεραυνός ; 677 678Σω. Ὅταν εἰς ταύτας ἄνεμος ξηρὸς μετεωρισθεὶς 679κατακλεισθῇ, 680ἔνδοθεν αὐτὰς ὥσπερ κύστιν φυσᾷ, κἄπειθ᾿ ὑπ᾿ ἀνάγκης 681ῥήξας αὐτὰς ἔξω φέρεται σοβαρὸς διὰ τὴν πυκνότητα, 682ὑπὸ τοῦ ῥοίβδου καὶ τῆς ῥύμης αὐτὸς ἑαυτὸν κατακάων. 683 684Στ. Νὴ Δί᾿ ἐγὼ γοῦν ἀτεχνῶς ἔπαθον τουτί ποτε Διασίοισιν. 685ὀπτῶν γαστέρα τοῖς συγγένεσιν κᾆτ᾿ οὐκ ἔσχων ἀμελήσας, 686ἡ δ᾿ ἄρ᾿ ἐφυσᾶτ᾿, εἶτ᾿ ἐξαίφνης διαλακήσασα πρὸς αὐτὼ 687τὠφθαλμώ μου προσετίλησεν καὶ κατέκαυσεν τὸ πρόσωπον. 688 689Χο. Ὦ τῆς μεγάλης ἐπιθυμήσας σοφι´ας ἄνθρωπε παρ᾿ 690ἡμῶν, 691ὡς εὐδαίμων ἐν Ἀθηναίοις καὶ τοῖς Ἕλλησι γενήσει 692εἰ μνήμων εἶ καὶ φροντιστὴς καὶ τὸ ταλαίπωρον ἔνεστιν 693ἐν τῇ ψυχῇ καὶ μὴ κάμνεις μήθ᾿ ἑστὼς μήτε βαδίζων 694μήτε ῥιγῶν ἄχθει λίαν μήτ᾿ ἀριστᾶν ἐπιθυμεῖς 695οἴνου τ᾿ ἀπέχει καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων 696καὶ βέλτιστον τοῦτο νομίζεις, ὅπερ εἰκὸς δεξιὸν ἄνδρα, 697νικᾶν πράττων καὶ βουλεύων καὶ τῇ γλώττῃ πολεμίζων. 698 699Στ. Ἀλλ᾿ εἵνεκα γε ψυχῆς στερρᾶς δυσκολοκοίτου τε 700μερίμνης 701καὶ φειδωλοῦ καὶ τρυσιβίου γαστρὸς καὶ θυμβρεπιδείπνου, 702ἀμέλει, θαρρῶν εἵνεκα τούτων ἐπιχαλκεύειν παρέχοιμ᾿ ἄν. 703 704Σω. Ἄλλο τι δῆτ᾿ οὐ νομιεῖς ἤδη θεὸν οὐδένα πλὴν ἅπερ 705ἡμεῖς, 706τὸ Χάος τουτὶ καὶ τὰς Νεφέλας καὶ τὴν Γλῶτταν, τρία ταυτί 707; 708 709Στ. Οὐδ᾿ ἂν διαλεχθείην γ᾿ ἀτεχνῶς τοῖς ἄλλοις οὐδ᾿ ἂν 710ἀπαντῶν, 711οὐδ᾿ ἂν θύσαιμ᾿ οὐδ᾿ ἂν σπείσαιμ᾿ οὐδ᾿ ἐπιθείην λιβανωτόν.

712 713Χο. Λέγε νυν ἡμῖν ὅτι σοι δρῶμεν θαρρῶν, ὡς οὐκ 714ἀτυχήσεις 715ἡμᾶς τιμῶν καὶ θαυμάζων καὶ ζητῶν δεξιὸς εἶναι. 716 717Στ. Ὦ δέσποιναι, δέομαι τοίνυν ὑμῶν τουτὶ πάνυ μικρόν, 718τῶν Ἑλλήνων εἶναί με λέγειν ἑκατὸν σταδίοισιν ἄριστον. 719 720Χο. Ἀλλ᾿ ἔσται σοι τοῦτο παρ᾿ ἡμῶν, ὥστε τὸ λοιπόν γ᾿ ἀπὸ 721τουδὶ 722ἐν τῷ δήμῳ γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ. 723 724Στ. Μή μοι γε λέγειν γνώμας μεγάλας· οὐ γὰρ τούτων 725ἐπιθυμῶ, 726ἀλλ᾿ ὅσ᾿ ἐμαυτῷ στρεψοδικῆσαι καὶ τοὺς χρήστας 727διολισθεῖν. 728 729Χο. Τεύξει τοίνυν ὧν ἱμείρεις· οὐ γὰρ μεγάλων ἐπιθυμεῖς. 730Ἀλλὰ σεαυτὸν παράδος θαρρῶν τοῖς ἡμετέροις προπόλοισιν. 731 732Στ. Δράσω ταῦθ᾿ ὑμῖν πιστεύσας· ἡ γὰρ ἀνάγκη με πιέζει 733διὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον ὅς μ᾿ 734ἐπέτριψεν. 735Νῦν οὖν [χρήσθων] ἀτεχνῶς ὅτι βούλονται 736τουτὶ τό γ᾿ ἐμὸν σῶμ᾿ αὐτοῖσιν 737παρέχω τύπτειν, πεινῆν, διψῆν, 738αὐχμεῖν, ῥιγῶν, ἀσκὸν δείρειν, 739εἴπερ τὰ χρέα διαφευξοῦμαι 740τοῖς τ᾿ ἀνθρώποις εἶναι δόξω 741θρασύς, εὔγλωττος, τολμηρός, ἴτης, 742βδελυρός, ψευδῶν συγκολλητής, 743εὑρησιεπής, περίτριμμα δικῶν, 744κύρβις, κρόταλον, κίναδος, τρύμη, 745μάσθλης, εἴρων, γλοιός, ἀλαζών, 746κέντρων, μιαρός, στρόφις, ἀργαλέος, 747ματιολοιχός. 748Ταῦτ᾿ εἴ με καλοῦσ᾿ ἁπαντῶντες, 749δρώντων ἀτεχνῶς ὅτι χρῄζουσιν· 750κεἰ βούλονται, 751νὴ τὴν Δήμητρ᾿ ἔκ μου χορδὴν 752τοῖς φροντισταῖς παραθέντων. 753

754Χο. Λῆμα μὲν πάρεστι τῷδέ γ᾿ 755οὐκ ἄτολμον ἀλλ᾿ ἕτοιμον. Ἴσθι δ᾿ ὡς 756ταῦτα μαθὼν παρ᾿ ἐμοῦ κλέος οὐρανόμηκες 757ἐν βροτοῖσιν ἕξεις. 758 759Στ. Τί πείσομαι ; 760 761Χο. Τὸν πάντα χρόνον μετ᾿ ἐμοῦ 762ζηλωτότατον βίον ἀνθρώπων διάξεις. 763 764Στ. Ἆρά γε τοῦτ᾿ ἄρ᾿ ἐγώ ποτ᾿ ὄψομαι ; 765Χο. Ὥστε γέ σου πολλοὺς ἐπὶ ταῖσι θύραις ἀεὶ καθῆσθαι, 766βουλομένους ἀνακοινοῦσθαι τε καὶ εἰς λόγον ἐλθεῖν 767πράγματα κἀντιγραφὰς πολλῶν ταλάντων, 768ἄξια σῇ φρενὶ συμβουλευσομένους μετὰ σοῦ. 769Ἀλλ᾿ ἐγχείρει τὸν πρεσβύτην ὅτιπερ μέλλεις προδιδάσκειν 770καὶ διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ. 771 772Σω. Ἄγε δή, κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον, 773ἵν᾿ αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς 774ἤδη ᾿πὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω. 775 776Στ. Τί δέ ; Τειχομαχεῖν μοι διανοεῖ, πρὸς τῶν θεῶν ; 777 778Σω. Οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι, 779εἰ μνημονικὸς εἶ. 780 781Στ. Δύο τρόπω, νὴ τὸν Δία. 782Ἤν μέν γ᾿ ὀφείληταί τι μοι, μνήμων πάνυ, 783ἐὰν δ᾿ ὀφείλω σχέτλιος, ἐπιλήσμων πάνυ. 784 785Σω. Ἔνεστι δῆτά σοι λέγειν ἐν τῇ φύσει ; 786 787Στ. Λέγειν μὲν οὐκ ἔνεστ᾿, ἀποστ-ερεῖν δ᾿ ἔνι. 788 789Σω. Πῶς οὖν δυνήσει μανθάνειν ; 790Στ. Ἀμέλει, καλῶς. 791 792Σω. Ἄγε νυν ὅπως, ὅταν τι προβάλωμαι σοφὸν 793περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει. 794 795Στ. Τί δαί ; Κυνηδὸν τὴν σοφίαν σιτήσομαι ;

796 797Σω. Ἅνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος. 798Δέδοικά σ᾿, ὦ πρεσβῦτα, μὴ πληγῶν δέει. 799Φέρ᾿ ἴδω, τί δρᾷς ἤν τις σε τύπτῃ ; 800 801Στ. Τύπτομαι, 802κἄπειτ᾿ ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι· 803εἶτ᾿ αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι. 804 805Σω. Ἴθι νυν κατάθου θοἰμάτιον. 806Στ. Ἠδίκηκά τι ; 807 808Σω. Οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται. 809 810Στ. Ἀλλ᾿ οὐχὶ φωράσων ἔγωγ᾿ εἰσέρχομαι. 811 812Σω. Κατάθου. Τί ληρεῖς ; 813 814Στ. Εἰπὲ δή νυν μοι τοδί· 815ἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω, 816τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι ; 817 818Σω. Οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν. 819 820Στ. Οἴμοι κακοδαίμων, ἡμιθνὴς γενήσομαι. 821 822Σω. Οὐ μὴ λαλήσεις, ἀλλ᾿ ἀκολουθήσεις ἐμοὶ 823ἁνύσας τι δευρὶ θᾶττον. 824 825Στ. Εἰς τὼ χεῖρέ νυν 826δός μοι μελιτοῦτταν πρότερον, ὡς δέδοικ᾿ ἐγὼ 827εἴσω καταβαίνων ὥσπερ εἰς Τροφωνίου. 828 829Σω. Χώρει. Τί κυπτάζεις ἔχων περὶ τὴν θύραν ; 830 831Χο. Ἀλλ᾿ ἴθι χαίρων 832τῆς ἀνδρείας 833εἵνεκα ταύτης. 834Εὐτυχία γένοιτο τἀν835θρώπῳ ὅτι προήκων 836εἰς βαθὺ τῆς ἡλικίας 837νεωτέροις τὴν φύσιν αὑ-

838τοῦ πράγμασιν χρωτίζεται 839καὶ σοφίαν ἐπασκεῖ. 840Ὦ θεώμενοι, κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως 841τἀληθῆ, νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με. 842Οὕτω νικήσαιμί τ᾿ ἐγὼ καὶ νομιζοίμην σοφὸς 843ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς 844καὶ ταύτην σοφώτατ᾿ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν 845πρώτους ἠξίωσ᾿ ἀναγεῦσ᾿ ὑμᾶς, ἣ παρέσχε μοι 846ἔργον πλεῖστον· εἶτ᾿ ἀνεχώρουν ὑπ᾿ ἀνδρῶν φορτικῶν 847ἡττηθεὶς οὐκ ἄξιος ὤν. Ταῦτ᾿ οὖν ὑμῖν μέμφομαι 848τοῖς σοφοῖς, ὧν οὕνεκ᾿ ἐγὼ ταῦτ᾿ ἐπραγματευόμην. 849Ἀλλ᾿ οὐδ᾿ ὣς ὑμῶν ποθ᾿ ἑκὼν προδώσω τοὺς δεξιούς. 850Ἐξ ὅτου γὰρ ἐνθάδ᾿ ὑπ᾿ ἀνδρῶν, οὓς ἡδὺ καὶ λέγειν, 851ὁ σώφρων τε χὠ καταπύγων ἄριστ᾿ ἠκουσάτην, 852κἀγώ, παρθένος γὰρ ἔτ᾿ ἦν κοὐκ ἐξῆν πώ μοι τεκεῖν, 853ἐξέθηκα, παῖς δ᾿ ἑτέρα τις λαβοῦσ᾿ ἀνείλετο, 854ὑμεῖς δ᾿ ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε, 855ἐκ τούτου μοι πιστὰ παρ᾿ ὑμῶν γνώμης ἔσθ᾿ ὅρκια. 856Νῦν οὖν Ἠλέκτραν κατ᾿ ἐκείνην ἥδ᾿ ἡ κωμῳδία 857ζητοῦσ᾿ ἦλθ᾿, ἤν που ᾿πιτύχῃ θεαταῖς οὕτω σοφοῖς. 858Γνώσεται γάρ, ἤνπερ ἴδῃ, τἀδελφοῦ τὸν βόστρυχον. 859ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθ᾿, ἥτις πρῶτα μὲν 860οὐδὲν ἦλθε ῥαψαμένη σκύτινον καθειμένον 861ἐρυθρὸν ἐξ ἄκρου, παχύ, τοῖς παιδίοις ἵν᾿ ᾖ γέλως· 862οὐδ᾿ ἔσκωψεν τοὺς φαλακρούς, οὐδὲ κόρδαχ᾿ εἵλκυσεν· 863οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῇ βακτηρίᾳ 864τύπτει τὸν παρόντ᾿, ἀφανίζων πονηρὰ σκώμματα· 865οὐδ᾿ εἰσῇξε δᾷδας ἔχουσ᾿ οὐδ᾿ ἰοὺ ἰού βοᾷ· 866ἀλλ᾿ αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύουσ᾿ ἐλήλυθεν. 867Κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποητὴς οὐ κομῶ, 868οὐδ᾿ ὑμᾶς ζητῶ ᾿ξαπατᾶν δὶς καὶ τρὶς ταὔτ᾿ εἰσάγων, 869ἀλλ᾿ αἰεὶ καινὰς ἰδέας εἰσφέρων σοφίζομαι 870οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς· 871Ὅς μέγιστον ὄντα Κλέων᾿ ἔπαισ᾿ εἰς τὴν γαστέρα 872κοὐκ ἐτόλμησ᾿ αὖθις ἐπεμπηδῆσ᾿ αὐτῷ κειμένῳ. 873Οὗτοι δ᾿, ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος, 874τοῦτον δείλαιον κολετρῶσ᾿ ἀεὶ καὶ τὴν μητέρα. 875Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν 876ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς, 877προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχ᾿, ἣν 878Φρύνιχος πάλαι πεπόηχ᾿, ἣν τὸ κῆτος ἤσθιεν. 879Εἶθ᾿ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον,

880ἅλλοι τ᾿ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον, 881τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι. 882Ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω. 883Ἤν δ᾿ ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθ᾿ εὑρήμασιν, 884εἰς τὰς ὥρας τὰς ε(τέρας εὖ φρονεῖν δοκήσετε. 885 886Ὑψιμέδοντα μὲν θεῶν 887Ζῆνα τύραννον εἰς χορὸν 888πρῶτα μέγαν κικλήσκω· 889τόν τε μεγασθενῆ τριαίνης ταμίαν, 890γῆς τε καὶ ἁλμυρᾶς θαλάσσης ἄγριον μοχλευτήν· 891καὶ μεγαλώνυμον ἡμέτερον πατέρ᾿ 892Αἰθέρα σεμνότατον, βιοθρέμμονα πάντων· 893τόν θ᾿ ἱππονώμαν, ὃς ὑπερ894λάμπροις ἀκτῖσιν κατέχει 895γῆς πέδον, μέγας ἐν θεοῖς 896ἐν θνητοῖσί τε δαίμων. 897 898Ὤ σοφώτατοι θεαταί, δεῦρο τὸν νοῦν προσέχετε· 899ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθ᾿ ἐναντίον. 900Πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν 901δαιμόνων ἡμῖν μόναις οὐ θύετ᾿ οὐδὲ σπένδετε, 902αἵτινες τηροῦμεν ὑμᾶς. Ἤν γὰρ ᾖ τις ἔξοδος 903μηδενὶ ξὺν νῷ, τότ᾿ ἢ βροντῶμεν ἢ ψακάζομεν. 904Εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα 905ἡνίχ᾿ ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς ξυνήγομεν 906κἀποοῦμεν δεινά, βροντὴ δ᾿ ἐρράγη δι᾿ ἀστραπῆς. 907Ἡ σελήνη δ᾿ ἐξέλειπεν τὰς ὁδούς, ὁ δ᾿ ἥλιος 908τὴν θρυαλλίδ᾿ εἰς ἑαυτὸν εὐθέως ξυνελκύσας 909οὐ φανεῖν ἔφασκεν ὑμῖν εἰ στρατηγήσοι Κλέων. 910Ἀλλ᾿ ὅμως εἵλεσθε τοῦτον· φασὶ γὰρ δυσβουλίαν 911τῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεούς, 912ἅττ᾿ ἂν ὑμεῖς ἐξαμάρτητ᾿, ἐπὶ τὸ βέλτιον τρέπειν. 913Ὡς δὲ καὶ τοῦτο ξυνοίσει, ῥᾳδίως διδάξομεν. 914Ἤν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς 915εἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα, 916αὖθις εἰς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε, 917ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει ξυνοίσεται. 918 919Ἀμφί μοι αὖτε Φοῖβ᾿ ἄναξ 920Δήλιε, Κυνθίαν ἔχων 921ὑψικέρατα πέτραν·

922ἥ τ᾿ Ἐφέσου μάκαιρα πάγχρυσον ἔχεις 923οἶκον, ἐν ᾧ κόραι σε Λυδῶν μεγάλως σέβουσιν· 924ἥ τ᾿ ἐπιχώριος ἡμετέρα θεὸς 925αἰγίδος ἡνίοχος, πολιοῦχος Ἀθάνα· 926Παρνασσίαν θ᾿ ὃς κατέχων 927πέτραν σὺν πεύκαις σελαγεῖ 928Βάκχαις Δελφίσιν ἐμπρέπων 929κωμαστὴς Διόνυσος. 930 931Ἡνίχ᾿ ἡμεῖς δεῦρ᾿ ἀφορμᾶσθαι παρεσκευάσμεθα, 932ἡ Σελήνη ξυντυχοῦσ᾿ ἡμῖν ἐπέστειλεν φράσαι 933πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις· 934εἶτα θυμαίνειν ἔφασκε. Δεινὰ γὰρ πεπονθέναι 935ὠφελοῦσ᾿ ὑμᾶς ἅπαντας οὐ λόγοις ἀλλ᾿ ἐμφανῶς· 936πρῶτα μὲν τοῦ μηνὸς εἰς δᾷδ᾿ οὐκ ἔλαττον ἢ δραχμήν, 937ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας 938«μὴ πρίῃ, παῖ, δᾷδ᾿, ἐπειδὴ φῶς Σεληναίης καλόν. » 939Ἄλλα τ᾿ εὖ δρᾶν φησίν, ὑμᾶς δ᾿ οὐκ ἄγειν τὰς ἡμέρας 940οὐδὲν ὀρθῶς, ἀλλ᾿ ἄνω τε καὶ κάτω κυδοιδοπᾶν, 941ὥστ᾿ ἀπειλεῖν φησὶν αὐτῇ τοὺς θεοὺς ἑκάστοτε, 942ἡνίκ᾿ ἂν ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε 943τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν. 944Κᾆθ᾿ ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε, 945πολλάκις δ᾿ ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν, 946ἡνίκ᾿ ἂν πενθῶμεν ἢ τὸν Μέμνον᾿ ἢ Σαρπηδόνα, 947σπένδεθ᾿ ὑμεῖς καὶ γελᾶτ᾿· ἀνθ᾿ ὧν λαχὼν Ὑπέρβολος 948τῆτες ἱερομνημονεῖν κἄπειθ᾿ ὑφ᾿ ἡμῶν τῶν θεῶν 949τὸν στέφανον ἀφῃρέθη· μᾶλλον γὰρ οὕτως εἴσεται 950κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας. 951 952Σω. Μὰ τὴν Ἀναπνοήν, μὰ τὸ Χάος, μὰ τὸν Ἀέρα, 953οὐκ εἶδον οὕτως ἄνδρ᾿ ἄγροικον οὐδαμοῦ 954οὐδ᾿ ἄπορον οὐδὲ σκαιὸν οὐδ᾿ ἐπιλήσμονα, 955ὅστις σκαλαθυρμάτι᾿ ἄττα μικρὰ μανθάνων 956ταῦτ᾿ ἐπιλέλησται πρὶν μαθεῖν. Ὅμως γε μὴν 957αὐτὸν καλῶ θύραζε δεῦρο πρὸς τὸ φῶς. 958Ποῦ Στρεψιάδης ; Ἔξει τὸν ἀσκάντην λαβών ; 959 960Στ. Ἀλλ᾿ οὐκ ἐῶσί μ᾿ ἐξενεγκεῖν οἱ κόρεις. 961 962Σω. Ἁνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν. 963Στ. Ἰδού.

964 965Σω. Ἄγε δή, τί βούλει πρῶτα νυνὶ μανθάνειν 966ὧν οὐκ ἐδιδάχθης πώποτ᾿ οὐδέν ; Εἰπέ μοι. 967Πότερον περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν ; 968 969Στ. Περὶ τῶν μέτρων ἔγωγ᾿· ἔναγχος γάρ ποτε 970ὑπ᾿ ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ. 971 972Σω. Οὐ τοῦτ᾿ ἐρωτῶ σ᾿, ἀλλ᾿ ὅτι κάλλιστον μέτρον 973ἡγεῖ, πότερον τὸ τρίμετρον ἢ τὸ τετράμετρον ; 974 975Στ. Ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιέκτεω. 976 977Σω. Οὐδὲν λέγεις, ὤνθρωπε. 978Στ. Περίδου νυν ἐμοὶ 979εἰ μὴ τετράμετρόν ἐστιν ἡμιέκτεων. 980 981Σω. Εἰς κόρακας. Ὡς ἄγροικος εἶ καὶ δυσμαθής. 982Ταχύ γ᾿ ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν. 983 984Στ. Τί δέ μ᾿ ὠφελήσουσ᾿ οἱ ῥυθμοὶ πρὸς τἄλφιτα ; 985 986Σω. Πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ, 987ἐπαΐονθ᾿ ὁποῖός ἐστι τῶν ῥυθμῶν 988κατ᾿ ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον. 989 990Στ. Κατὰ δάκτυλον ; Νὴ τὸν Δί᾿, ἀλλ᾿ οἶδ᾿. 991 992Σω. Εἰπὲ δή, 993τίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου ; 994 995Στ. Πρὸ τοῦ μέν, ἔτ᾿ ἐμοῦ παιδὸς ὄντος, οὑτοσί. 996 997Σω. Ἀγρεῖος εἶ καὶ σκαιός. 998 999Στ. Οὐ γὰρ ᾠζυρὲ 1000τούτων ἐπιθυμῶ μανθάνειν οὐδέν. 1001 1002Σω. Τί δαί ; 1003 1004Στ. Ἐκεῖν᾿ ἐκεῖνο, τὸν ἀδικώτατον λόγον. 1005

1006Σω. Ἀλλ᾿ ἕτερα δεῖ σε πρότερα τούτου μανθάνειν, 1007τῶν τετραπόδων ἅττ᾿ ἐστιν ὀρθῶς ἄρρενα. 1008 1009Στ. Ἀλλ᾿ οἶδ᾿ ἔγωγε τἄρρεν᾿, εἰ μὴ μαίνομαι· 1010κριός, τράγος, ταῦρος, κύων, ἀλεκτρυών. 1011 1012Σω. Ὁρᾷς ἃ πάσχεις ; Τήν τε θήλειαν καλεῖς 1013ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα. 1014 1015Στ. Πῶς δή, φέρε ; 1016 1017Σω. Πῶς ; Ἀλεκτρυὼν κἀλεκτρυών. 1018 1019Στ. Νὴ τὸν Ποσειδῶ. Νῦν δὲ πῶς με χρὴ καλεῖν ; 1020 1021Σω. Ἀλεκτρύαιναν, τὸν δ᾿ ἕτερον ἀλέκτορα. 1022 1023Στ. Ἀλεκτρύαιναν ; Εὖ γε νὴ τὸν Ἀέρα· 1024ὥστ᾿ ἀντὶ τούτου τοῦ διδάγματος μόνου 1025διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον. 1026 1027Σω. Ἰδοὺ μάλ᾿ αὖθις, τοῦθ᾿ ἕτερον. Τὴν κάρδοπον 1028ἄρρενα καλεῖς θήλειαν οὖσαν. 1029 1030Στ. Τῷ τρόπῳ ; 1031Ἄρρενα καλῶ ᾿γὼ κάρδοπον ; 1032 1033Σω. Μάλιστά γε, 1034ὥσπερ γε καὶ Κλεώνυμον. 1035 1036Στ. Πῶς δή ; Φράσον. 1037 1038Σω. Ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ. 1039 1040Στ. Ἀλλ᾿ ὦ ᾿γάθ᾿, οὐδ᾿ ἦν κάρδοπος Κλεωνύμῳ, 1041ἀλλ᾿ ἐν θυείᾳ στρογγύλῃ γ᾿ ἀνεμάττετο. 1042Ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν ; 1043Σω. Ὅπως ; 1044Τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην. 1045 1046Στ. Τὴν καρδόπην θήλειαν ; 1047Σω. Ὀρθῶς γὰρ λέγεις.

1048 1049Στ. Ἐκεῖνο δ᾿ ἦν ἄν· καρδόπη, Κλεωνύμη. 1050 1051Σω. Ἔτι δέ γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ, 1052ἅττ᾿ ἄρρεν᾿ ἐστίν, ἅττα δ᾿ αὐτῶν θήλεα. 1053 1054Στ. Ἀλλ᾿ οἶδ᾿ ἔγωγ᾿ ἃ θήλε᾿ ἐστίν. 1055 1056Σω. Εἰπὲ δή. 1057 1058Στ. Λύσιλλα, Φίλιννα, Κλειταγόρα, Δημητρία. 1059 1060Σω. Ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων ; 1061 1062Στ. Μυρία. 1063Φιλόξενος, Μελησίας, Ἀμεινίας. 1064 1065Σω. Ἀλλ᾿ ὦ πόνηρε, ταῦτά γ᾿ ἔστ᾿ οὐκ ἄρρενα. 1066 1067Στ. Οὐκ ἄρρεν᾿ ὑμῖν ἐστίν ; 1068 1069Σω. Οὐδαμῶς γ᾿, ἐπεὶ 1070πῶς γ᾿ ἂν καλέσειας ἐντυχὼν Ἀμεινίᾳ ; 1071 1072Στ. Ὅπως ἄν ; Ὡδί· δεῦρο δεῦρ᾿, Ἀμεινία. 1073 1074Σω. Ὁρᾷς ; Γυναῖκα τὴν Ἀμεινίαν καλεῖς. 1075 1076Στ. Οὔκουν δικαίως, ἥτις οὐ στρατεύεται ; 1077Ἀτὰρ τί ταῦθ᾿ ἃ πάντες ἴσμεν μανθάνω ; 1078 1079Σω. Οὐδὲν μὰ Δί᾿, ἀλλὰ κατακλινεὶς δευρί 1080 1081Στ. Τί δρῶ ; 1082 1083Σω. Ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων. 1084 1085Στ. Μὴ δῆθ᾿, ἱκετεύω, ᾿νταῦθά γ᾿, ἀλλ᾿ εἴπερ γε χρή, 1086χαμαί μ᾿ ἔασον αὐτὰ ταῦτ᾿ ἐκφροντίσαι. 1087 1088Σω. Οὐκ ἔστι παρὰ ταῦτ᾿ ἄλλα. 1089

1090Στ. Κακοδαίμων ἐγώ. 1091Οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον. 1092 1093Χο. Φρόντιζε δὴ καὶ διάθρει πάντα τρόπον τε σαυτὸν 1094στρόβει πυκνώσας. 1095Ταχὺς δ᾿, ὅταν εἰς ἄπορον πέσῃς, 1096ἐπ᾿ ἄλλο πήδα 1097νόημα φρενός· ὕπνος δ᾿ ἀπέστω γλυκύθυμος ὀμμάτων. 1098 1099Στ. Ἀτταταῖ ἀτταταῖ. 1100 1101Χο. Τί πάσχεις ; τί κάμνεις ; 1102 1103Στ. Ἀπόλλυμαι δείλαιος. Ἐκ τοῦ σκίμποδος 1104δάκνουσί μ᾿ ἐξέρποντες οἱ Κορίνθιοι, 1105καὶ τὰς πλευρὰς δαρδάπτουσιν 1106καὶ τὴν ψυχὴν ἐκπίνουσιν 1107καὶ τοὺς ὄρχεις ἐξέλκουσιν 1108καὶ τὸν πρωκτὸν διορύττουσιν, 1109καί μ᾿ ἀπολοῦσιν. 1110 1111Χο. Μή νυν βαρέως ἄλγει λίαν. 1112 1113Στ. Καὶ πῶς ; Ὅτε μου 1114φροῦδα τὰ χρήματα, φρούδη χροιά, 1115φρούδη ψυχή, φρούδη δ᾿ ἐμβάς, 1116καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖς 1117φρουρᾶς ᾄδων 1118ὀλίγου φροῦδος γεγένημαι. 1119 1120Σω. Οὗτος τί ποιεῖς ; Οὐχὶ φροντίζεις ; 1121 1122Στ. Ἐγώ ; 1123Νὴ τὸν Ποσειδῶ. 1124 1125Σω. Καὶ τί δῆτ᾿ ἐφρόντισας ; 1126 1127Στ. Ὑπὸ τῶν κόρεων εἴ μου τι περιλειφθήσεται. 1128 1129Σω. Ἀπολεῖ κάκιστ᾿. 1130 1131Στ. Ἀλλ᾿ ὦ ᾿γάθ᾿ ἀπόλωλ᾿ ἀρτίως.

1132 1133Χο. Οὐ μαλθακιστέ᾿ ἀλλὰ περικαλυπτέα. 1134ἐξευρετέος γὰρ νοῦς ἀποστερητικός 1135κἀπαιόλημ᾿. 1136 1137Στ. Οἴμοι τίς ἂν δῆτ᾿ ἐπιβάλοι 1138ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα ; 1139 1140Σω. Φέρε νυν ἀθρήσω πρῶτον, ὅτι δρᾷ, τουτονί. 1141Οὗτος, καθεύδεις ; 1142 1143Στ. Μὰ τὸν Ἀπόλλω ᾿γὼ μὲν οὔ. 1144 1145Σω. Ἔχεις τι ; 1146 1147Στ. Μὰ Δί᾿ οὐ δῆτ᾿ ἔγωγ᾿. 1148 1149Σω. Οὐδὲν πάνυ ; 1150 1151Στ. Οὐδέν γε πλὴν ἢ τὸ πέος ἐν τῇ δεξιᾷ. 1152 1153Σω. Οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς ; 1154 1155Στ. Περὶ τοῦ ; Σὺ γάρ μοι τοῦτο φράσον, ὦ Σώκρατες. 1156 1157Σω. Αὐτὸς ὅτι βούλει πρῶτος ἐξευρὼν λέγε. 1158 1159Στ. Ἀκήκοας μυριάκις ἁγὼ βούλομαι, 1160περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί. 1161 1162Σω. Ἴθι νυν καλύπτου, καὶ σχάσας τὴν φροντίδα 1163λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα 1164ὀρθῶς διαιρῶν καὶ σκοπῶν. 1165 1166Στ. Οἴμοι τάλας. 1167 1168Σω. Ἔχ᾿ ἀτρέμα· κἂν ἀπορῇς τι τῶν νοημάτων, 1169ἀφεὶς ἄπελθε, κᾆτα τῇ γνώμῃ πάλιν 1170κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον. 1171 1172Στ. Ὦ Σωκρατίδιον φίλτατον. 1173Σω. Τί, ὦ γέρον ;

1174 1175Στ. Ἔχω τόκου γνώμην ἀποστερητικήν. 1176 1177Σω. Ἐπίδειξον αὐτήν. 1178 1179Στ. Εἰπὲ δή νυν μοι 1180 1181Σω. Τὸ τί ; 1182 1183Στ. Γυναῖκα φαρμακίδ᾿ εἰ πριάμενος Θετταλὴν 1184καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ 1185αὐτὴν καθείρξαιμ᾿ εἰς λοφεῖον στρογγύλον 1186ὥσπερ κάτροπτον, κᾆτα τηροίην ἔχων. 1187 1188Σω. Τί δῆτα τοῦτ᾿ ἂν ὠφελήσειέν σ᾿ ; 1189 1190Στ. Ὅ τι ; 1191Εἰ μηκέτ᾿ ἀνατέλλοι σελήνη μηδαμοῦ, 1192οὐκ ἂν ἀποδοίην τοὺς τόκους. 1193 1194Σω. Ὁτιὴ τί δή ; 1195 1196Στ. Ὁτιὴ κατὰ μῆνα τἀργύριον δανείζεται. 1197 1198Σω. Εὖ γ᾿. Ἀλλ᾿ ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν. 1199Εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη, 1200ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι. 1201 1202Στ. Ὅπως ; Ὅπως ; Οὐκ οἶδ᾿. Ἀτὰρ ζητητέον. 1203 1204Σω. Μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί, 1205ἀλλ᾿ ἀποχάλα τὴν φροντίδ᾿ εἰς τὸν ἀέρα 1206λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός. 1207 1208Στ. Ηὕρηκ᾿ ἀφάνισιν τῆς δίκης σοφωτάτην, 1209ὥστ᾿ αὐτὸν ὁμολογεῖν σέ μοι. 1210 1211Σω. Ποίαν τινά ; 1212 1213Στ. Ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον 1214ταύτην ἑόρακας, τὴν καλήν, τὴν διαφανῆ, 1215ἀφ᾿ ἧς τὸ πῦρ ἅπτουσι ;

1216 1217Σω. Τὴν ὕαλον λέγεις ; 1218 1219Στ. Ἔγωγε. Φέρε, τί δῆτ᾿ ἄν, εἰ ταύτην λαβών, 1220ὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς, 1221ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον 1222τὰ γράμματ᾿ ἐκτήξαιμι τῆς ἐμῆς δίκης ; 1223 1224Σω. Σοφῶς γε νὴ τὰς Χάριτας. 1225Στ. Οἴμ᾿, ὡς ἥδομαι 1226ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη. 1227 1228Σω. Ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον. 1229 1230Στ. Τὸ τί ; 1231 1232Σω. Ὅπως ἀποστρέψαις ἂν ἀντιδικῶν δίκην, 1233μέλλων ὀφλήσειν, μὴ παρόντων μαρτύρων. 1234 1235Στ. Φαυλότατα καὶ ῥᾷστ᾿. 1236 1237Σω. Εἰπὲ δή. 1238 1239Στ. Καὶ δὴ λέγω. 1240Εἰ πρόσθεν ἔτι μιᾶς· ἐνεστώσης δίκης 1241πρὶν τὴν ἐμὴν καλεῖσθ᾿ ἀπαγξαίμην τρέχων. 1242 1243Σω. Οὐδὲν λέγεις. 1244 1245Στ. Νὴ τοὺς θεοὺς ἔγωγ᾿, ἐπεὶ 1246οὐδεὶς κατ᾿ ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην. 1247 1248Σω. Ὑθλεῖς. Ἄπερρ᾿. Οὐκ ἂν διδαξαίμην σ᾿ ἔτι. 1249 1250Στ. Ὁτιὴ τί ; Ναί, πρὸς τῶν θεῶν, ὦ Σώκρατες. 1251 1252Σω. Ἀλλ᾿ εὐθὺς ἐπιλήθει σύ γ᾿ ἅττ᾿ ἂν καὶ μάθῃς. 1253Ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης ; Λέγε. 1254 1255Στ. Φέρ᾿ ἴδω, τί μέντοι πρῶτον ἦν ; Τί πρῶτον ἦν ; 1256Τίς ἦν ἐν ᾗ ματτόμεθα μέντοι τἄλφιτα ; 1257Οἴμοι, τίς ἦν ;

1258 1259Σω. Οὐκ εἰς κόρακας ἀποφθερεῖ, 1260ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον ; 1261 1262Στ. Οἴμοι. Τί οὖν δῆθ᾿ ὁ κακοδαίμων πείσομαι ; 1263Ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν. 1264Ἀλλ᾿ ὦ Νεφέλαι, χρηστόν τι συμβουλεύσατε. 1265 1266Χο. Ἡμεῖς μέν, ὦ πρεσβῦτα, συμβουλεύομεν, 1267εἴ σοι τις υἱός ἐστιν ἐκτεθραμμένος, 1268πέμπειν ἐκεῖνον ἀντὶ σαυτοῦ μανθάνειν. 1269 1270Στ. Ἀλλ᾿ ἔστ᾿ ἔμοιγ᾿ υἱὸς καλός τε κα)γαθός· 1271ἀλλ᾿ οὐκ ἐθέλει γὰρ μανθάνειν, τί ἐγὼ πάθω ; 1272 1273Χο. Σὺ δ᾿ ἐπιτρέπεις ; 1274Στ. Εὐσωματεῖ γὰρ καὶ σφριγᾷ, 1275κἄστ᾿ ἐκ γυναικῶν εὐπτέρων καὶ Κοισύρας. 1276Ἀτὰρ μέτειμί γ᾿ αὐτόν· ἢν δὲ μὴ θέλῃ, 1277οὐκ ἔσθ᾿ ὅπως οὐκ ἐξελῶ ᾿κ τῆς οἰκίας. 1278Ἀλλ᾿ ἐπανάμεινόν μ᾿ ὀλίγον εἰσελθὼν χρόνον. 1279 1280Χο. Ἆρ᾿ αἰσθάνει πλεῖστα δι᾿ ἡμᾶς ἀγάθ᾿ αὐτίχ᾿ ἕξων 1281μόνας θεῶν ; Ὡς 1282ἕτοιμος ὅδ᾿ ἐστὶν ἅπαντα δρᾶν 1283ὅσ᾿ ἂν κελεύῃς. 1284Σὺ δ᾿ ἀνδρὸς ἐκπεπληγμένου 1285καὶ φανερῶς ἐπηρμένου γνοὺς ἀπολάψεις ὅτι πλεῖστον 1286δύνασαι ῖἵᾁταχέως· φιλεῖ γάρ πως τὰ τοιαῦθ᾿ ἑτέρᾳ 1287τρέπεσθαι. 1288 1289Στ. Οὔτοι μὰ τὴν Ὁμίχλην ἔτ᾿ ἐνταυθοῖ μενεῖς, 1290ἀλλ᾿ ἔσθι᾿ ἐλθὼν τοὺς Μεγακλέους κίονας. 1291 1292Φε.Ὦ δαιμόνιε, τί χρῆμα πάσχεις, ὦ πάτερ ; 1293Οὐκ εὖ φρονεῖς, μὰ τὸν Δία τὸν Ὀλύμπιον. 1294 1295Στ. Ἰδού γ᾿ ἰδοὺ Δί᾿ Ὀλύμπιον. Τῆς μωρίας· 1296τὸν Δία νομίζειν ὄντα τηλικουτονί. 1297 1298Φε. Τί δὲ τοῦτ᾿ ἐγέλασας ἐτεόν ; 1299

1300Στ. Ἐνθυμούμενος 1301ὅτι παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά. 1302ὅμως γε μὴν πρόσελθ᾿, ἵν᾿ εἰδῇς πλείονα, 1303καί σοι φράσω τι πρᾶγμ᾿ ὃ μαθὼν ἀνὴρ ἔσει. 1304Ὅπως δὲ τοῦτο μὴ διδάξεις μηδένα. 1305 1306Φε. Ἰδού. Τί ἐστιν ; 1307Στ. Ὤμοσας νυνὶ Δία. 1308 1309Φε. Ἔγωγ᾿. 1310 1311Στ. Ὁρᾷς οὖν ὡς ἀγαθὸν τὸ μανθάνειν ; 1312Οὐκ ἔστιν, ὦ Φειδιππίδη, Ζεύς. 1313 1314Φε. Ἀλλὰ τίς ; 1315 1316Στ. Δῖνος βασιλεύει τὸν Δί᾿ ἐξεληλακώς. 1317 1318Φε. Αἰβοῖ· τί ληρεῖς ; 1319 1320Στ. Ἴσθι τοῦθ᾿ οὕτως ἔχον. 1321 1322Φε. Τίς φησι ταῦτα ; 1323 1324Στ. Σωκράτης ὁ Μήλιος 1325καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη. 1326 1327Φε. Σὺ δ᾿ εἰς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας 1328ὥστ᾿ ἀνδράσιν πείθει χολῶσιν ; 1329 1330Στ. Εὐστόμει 1331καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺς 1332καὶ νοῦν ἔχοντας, ὧν ὑπὸ τῆς φειδωλίας 1333ἀπεκείρατ᾿ οὐδεὶς πώποτ᾿ οὐδ᾿ ἠλείψατο 1334οὐδ᾿ εἰς βαλανεῖον ἦλθε λουσόμενος· σὺ δὲ 1335ὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον. 1336Ἀλλ᾿ ὡς τάχιστ᾿ ἐλθὼν ὑπὲρ ἐμοῦ μάνθανε. 1337 1338Φε. Τί δ᾿ ἂν παρ᾿ ἐκείνων καὶ μάθοι χρηστόν τις ἄν ; 1339 1340Στ. Ἄληθες ; Ὅσαπέρ ἐστιν ἀνθρώποις σοφά. 1341Γνώσει δὲ σαυτὸν ὡς ἀμαθὴς εἶ καὶ παχύς.

1342Ἀλλ᾿ ἐπανάμεινόν μ᾿ ὀλίγον ἐνταυθοῖ χρόνον. 1343 1344Φε. Οἴμοι· τί δράσω παραφρονοῦντος τοῦ πατρός ; 1345Πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω, 1346ἢ τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ φράσω ; 1347 1348Στ. Φέρ᾿ ἴδω, σὺ τοῦτον τίνα νομίζεις ; Εἰπέ μοι. 1349 1350Φε. Ἀλεκτρυόνα. 1351 1352Στ. ῎Καλῶς γε. Ταυτηνὶ δὲ τί ; 1353 1354Φε. Ἀλεκτρυόν᾿. 1355Στ. Ἄμφω ταὐτό ; Καταγέλαστος εἶ. 1356Μή νυν τὸ λοιπόν, ἀλλὰ τήνδε μὲν καλεῖν 1357ἀλεκτρύαιναν, τουτονὶ δ᾿ ἀλέκτορα. 1358 1359Φε. Ἀλεκτρύαιναν ; Ταῦτ᾿ ἔμαθες τὰ δεξιὰ 1360εἴσω παρελθὼν ἄρτι παρὰ τοὺς γηγενεῖς ; 1361 1362Στ. Χἄτερά γε πόλλ᾿· ἀλλ᾿ ὅτι μάθοιμ᾿ ἑκάστοτε 1363ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν. 1364 1365Φε. Διὰ ταῦτα δὴ καὶ θοἰμάτιον ἀπώλεσας ; 1366 1367Στ. Ἀλλ᾿ οὐκ ἀπολώλεκ᾿, ἀλλὰ καταπεφρόντικα. 1368 1369Φε. Τὰς δ᾿ ἐμβάδας ποῖ τέτροφας, ὦ ᾿νόητε σύ ; 1370 1371Στ. Ὥσπερ Περικλέης, εἰς τὸ δέον ἀπώλεσα. 1372Ἀλλ᾿ ἴθι, βάδιζ᾿, ἴωμεν. Εἶτα τῷ πατρὶ 1373πιθόμενος ἐξάμαρτε. Κἀγώ τοι ποτὲ 1374οἶδ᾿ ἑξέτει σοι τραυλίσαντι πιθόμενος. 1375Ὃν πρῶτον ὀβολὸν ἔλαβον ἠλιαστικόν, 1376τούτου ᾿πριάμην σοι Διασίοις ἁμαξίδα. 1377 1378Φε. Ἦ μὴν σὺ τούτοις τῷ χρόνῳ ποτ᾿ ἀχθέσει. 1379 1380Στ. Εὖ γ᾿ ὅτι ἐπείσθης. Δεῦρο δεῦρ᾿ ὦ Σώκρατες, 1381ἔξελθ᾿· ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶ 1382ἄκοντ᾿ ἀναπείσας. 1383

1384Σω. Νηπύτιος γάρ ἐστ᾿ ἔτι 1385καὶ τῶν κρεμαστῶν οὐ τρίβων τῶν ἐνθάδε. 1386 1387Φε. Αὐτὸς τρίβων εἴης ἄν, εἰ κρέμαιό γε. 1388 1389Στ. Οὐκ εἰς κόρακας ; Καταρᾷ σὺ τῷ διδασκάλῳ ; 1390 1391Σω. Ἰδοὺ κρέμαι᾿· ὡς ἠλίθιον ἐφθέγξατο 1392καὶ τοῖσι χείλεσιν διερρυηκόσιν. 1393Πῶς ἂν μάθοι ποθ᾿ οὗτος ἀπόφευξιν δίκης 1394ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν ; 1395Καίτοι ταλάντου τοῦτ᾿ ἔμαθεν Ὑπέρβολος. 1396 1397Στ. Ἀμέλει δίδασκε. Θυμόσοφός ἐστιν φύσει. 1398Εὐθύς γε τοι παιδάριον ὂν τυννουτονὶ 1399ἔπλαττεν ἔνδον οἰκίας ναῦς τ᾿ ἔγλυφεν 1400ἁμαξίδας τε ϟ σκυτίνας ἠργάζετο 1401κἀκ τῶν σιδίων βατράχους ἐποίει, πῶς δοκεῖς ; 1402Ὃπως δ᾿ ἐκείνω τὼ λόγω μαθήσεται, 1403τὸν κρείττον᾿, ὅστις ἐστί, καὶ τὸν ἥττονα, 1404ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα· 1405ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ. 1406 1407Σω. Αὐτὸς μαθήσεται παρ᾿ αὐτοῖν τοῖν λόγοιν· 1408ἐγὼ δ᾿ ἀπέσομαι. 1409 1410Στ. Τοῦτό νυν μέμνησ᾿, ὅπως 1411πρὸς πάντα τὰ δίκαι᾿ ἀντιλέγειν δυνήσεται. 1412 1413ΔΙΚΑΙΟΣ ΛΟΓΟΣ 1414 Χώρει δευρί· δεῖξον σαυτὸν 1415τοῖσι θεαταῖς καίπερ θρασὺς ὤν. 1416 1417ΑΔΙΚΟΣ ΛΟΓΟΣ Ἴθ᾿ ὅποι χρῄζεις· πολὺ γὰρ μᾶλλόν σ᾿ 1418ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ. 1419 1420Δι. Ἀπολεῖς σύ ; Τίς ὤν ; 1421 1422Αδ. Λόγος. 1423Δι. Ἥττων γ᾿ ὤν. 1424 1425Αδ. Ἀλλά σε νικῶ τὸν ἐμοῦ κρείττω

1426φάσκοντ᾿ εἶναι. 1427 1428Δι. Τί σοφὸν ποιῶν ; 1429 1430Αδ. Γνώμας καινὰς ἐξευρίσκων. 1431 1432Δι. Ταῦτα γὰρ ἀνθεῖ διὰ τουτουσὶ 1433τοὺς ἀνοήτους. 1434 1435Αδ. Οὔκ, ἀλλὰ σοφούς. 1436 1437Δι. Ἀπολῶ σε κακῶς. 1438 1439Αδ. Εἰπέ, τί ποιῶν ; 1440 1441Δι. Τὰ δίκαια λέγων. 1442 1443Αδ. Ἀλλ᾿ ἀνατρέψω ταῦτ᾿ ἀντιλέγων· 1444οὐδὲ γὰρ εἶναι πάνυ φημὶ Δίκην. 1445 1446Δι. Οὐκ εἶναι φῄς ; 1447 1448Αδ. Φέρε γάρ, ποῦ ᾿στίν ; 1449 1450Δι. Παρὰ τοῖσι θεοῖς. 1451 1452Αδ. Πῶς δῆτα Δίκης οὔσης ὁ Ζεὺς 1453οὐκ ἀπόλωλεν τὸν πατέρ᾿ αὑτοῦ 1454δήσας ; 1455 1456Δι. Αἰβοῖ, τουτὶ καὶ δὴ. 1457 1458Χωρεῖ τὸ κακόν. Δότε μοι λεκάνην. 1459 1460Αδ. Τυφογέρων εἶ κἀνάρμοστος. 1461 1462Δι. Καταπύγων εἶ κἀναίσχυντος. 1463 1464Αδ. Ῥόδα μ᾿ εἴρηκας. 1465 1466Δι. Καὶ βωμολόχος. 1467

1468Αδ. Κρίνεσι στεφανοῖς. 1469 1470Δι. Καὶ πατραλοίας. 1471 1472Αδ. Χρυσῷ πάττων μ᾿ οὐ γιγνώσκεις. 1473 1474Δι. Οὐ δῆτα πρὸ τοῦ γ᾿, ἀλλὰ μολύβδῳ. 1475 1476Αδ. Νῦν δέ γε κόσμος τοῦτ᾿ ἐστὶν ἐμοί. 1477 1478Δι. Θρασὺς εἶ πολλοῦ. 1479 1480Αδ. Σὺ δέ γ᾿ ἀρχαῖος. 1481 1482Δι. Διὰ σὲ δὲ φοιτᾶν 1483οὐδεὶς ἐθέλει τῶν μειρακίων. 1484Καὶ γνωσθήσει ποτ᾿ Ἀθηναίοις 1485οἷα διδάσκεις τοὺς ἀνοήτους. 1486 1487Αδ. Αὐχμεῖς αἰσχρῶς. 1488 1489Δι. σὺ δέ γ᾿ εὖ πράττεις. 1490Καίτοι πρότερόν γ᾿ ἐπτώχευες, 1491Τήλεφος εἶναι Μυσὸς φάσκων 1492ἐκ πηριδίου 1493γνώμας τρώγων Πανδελετείους. 1494 1495Αδ. Ὤμοι σοφίας. 1496 1497Δι. Ὤμοι μανίας 1498 1499Αδ. Ἧς ἐμνήσθης. 1500 1501Δι. Τῆς σῆς πόλεως θ᾿ 1502ἥτις σε τρέφει 1503λυμαινόμενον τοῖς μειρακίοις. 1504 1505Αδ. Οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν. 1506 1507Δι. Εἴπερ γ᾿ αὐτὸν σωθῆναι χρὴ 1508καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι. 1509

1510Αδ. Δεῦρ᾿ ἴθι, τοῦτον δ᾿ ἔα μαίνεσθαι. 1511 1512Δι. Κλαύσει, τὴν χεῖρ᾿ ἢν ἐπιβάλλῃς. 1513 1514Χο. Παύσασθε μάχης καὶ λοιδορίας. 1515Ἀλλ᾿ ἐπίδειξαι σύ τε τοὺς προτέρους 1516ἅττ᾿ ἐδίδασκες, σύ τε τὴν καινὴν 1517παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν 1518ἀντιλεγόντοιν κρίνας φοιτᾷ. 1519 1520Δι. Δρᾶν ταῦτ᾿ ἐθέλω. 1521Αδ. Κἄγωγ᾿ ἐθέλω. 1522 1523Χο. Φέρε δή, πότερος λέξει πρότερος ; 1524 1525Αδ. Τούτῳ δώσω· 1526κᾆτ᾿ ἐκ τούτων ὧν ἂν λέξῃ 1527ῥηματίοισιν καινοῖς αὐτὸν 1528καὶ διανοίαις κατατοξεύσω, 1529τὸ τελευταῖον δ᾿, ἢν ἀναγρύζῃ, 1530τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ 1531κεντούμενος ὥσπερ ὑπ᾿ ἀνθρηνῶν 1532ὑπὸ τῶν γνωμῶν ἀπολεῖται. 1533 1534Χο. Νῦν δείξετον τὼ πισύνω τοῖς περιδεξίοισιν 1535λόγοισι καὶ φροντίσι καὶ γνωμοτύποις μερίμναις 1536ὁπότερος αὐτῶν ἀμείνων λέγων φανήσεται. Νῦν γὰρ ἅπας 1537ἐνθάδε κίνδυνος ἀνεῖται σοφίας, 1538ἧς πέρι τοῖς ἐμοῖς φίλοις ἐστὶν ἀγὼν μέγιστος. 1539Ἀλλ᾿ ὦ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς 1540στεφανώσας, 1541ῥῆξον φωνὴν ᾗτινι χαίρεις καὶ τὴν σαυτοῦ φύσιν εἰπέ. 1542 1543Δι. Λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο, 1544ὅτ᾿ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη ᾿νενόμιστο. 1545Πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδέν᾿ ἀκοῦσαι· 1546εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως εἰς κιθαριστοῦ 1547τοὺς κωμήτας γυμνοὺς ἁθρόους, κεἰ κριμνώδη κατανείφοι. 1548Εἶτ᾿ αὖ προμαθεῖν ᾆσμ᾿ ἐδίδασκεν τὼ μηρὼ μὴ ξυνέχοντας, 1549ἢ Παλλάδα περσέπολιν δεινάν ἢ τηλέπορόν τι βόαμα, 1550ἐντειναμένους τὴν ἁρμονίαν ἣν οἱ πατέρες παρέδωκαν. 1551Εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτ᾿ ἢ κάμψειέν τινα καμπὴν

1552οἵας οἱ νῦν, τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους, 1553ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων. 1554Εν παιδοτρίβου δὲ καθίζοντας τὸν μηρὸν ἔδει προβαλέσθαι 1555τοὺς παῖδας, ὅπως τοῖς ἔξωθεν μηδὲν δείξειαν ἀπηνές· 1556εἶτ᾿ αὖ πάλιν αὖθις ἀνιστάμενον συμψῆσαι καὶ προνοεῖσθαι 1557εἴδωλον τοῖσιν ἐρασταῖσιν τῆς ἥβης μὴ καταλείπειν. 1558Ἠλείψατο δ᾿ ἂν τοὐμφαλοῦ οὐδεὶς παῖς ὑπένερθεν τότ᾿ ἄν, 1559ὥστε 1560τοῖς αἰδοίοισι δρόσος καὶ χνοῦς ὥσπερ μήλοισιν ἐπήνθει. 1561Οὐδ᾿ ἂν μαλακὴν φυρασάμενος τὴν φωνὴν πρὸς τὸν 1562ἐραστὴν 1563αὐτὸς ἑαυτὸν προαγωγεύων τοῖν ὀφθαλμοῖν ἐβάδιζεν. 1564Οὐδ᾿ ἀνελέσθαι δειπνοῦντ᾿ ἐξῆν κεφάλαιον τῆς ῥαφανῖδος, 1565οὐδ᾿ ἄννηθον τῶν πρεσβυτέρων ἁρπάζειν οὐδὲ σέλινον, 1566οὐδ᾿ ὀψοφαγεῖν οὐδὲ κιχλίζειν οὐδ᾿ ἴσχειν τὼ πόδ᾿ ἐναλλάξ. 1567 1568Αδ. Ἀρχαῖά γε καὶ Διπολιώδη καὶ τεττίγων ἀνάμεστα 1569καὶ Κηκείδου καὶ Βουφονίων. 1570Δι. Ἀλλ᾿ οὖν ταῦτ᾿ ἐστὶν ἐκεῖνα 1571ἐξ ὧν ἄνδρας Μαραθωνομάχας ἡμὴ παίδευσις ἔθρεψεν. 1572Σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοισι διδάσκεις ἐντετυλίχθαι, 1573ὥστε μ᾿ ἀπάγχεσθ᾿ ὅταν ὀρχεῖσθαι Παναθηναίοις δέον 1574αὐτοὺς 1575τὴν ἀσπίδα τῆς κωλῆς προέχων ἀμελῇ τις Τριτογενείης. 1576Πρὸς ταῦτ᾿, ὦ μειράκιον, θαρρῶν ἐμὲ τὸν κρείττω λόγον 1577αἱροῦ. 1578Κἀπιστήσει μισεῖν ἀγορὰν καὶ βαλανείων ἀπέχεσθαι, 1579καὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι κἂν σκώπτῃ τίς σε 1580φλέγεσθαι, 1581καὶ τῶν θάκων τοῖς πρεσβυτέροις ὑπανίστασθαι προσιοῦσιν, 1582καὶ μὴ περὶ τοὺς σαυτοῦ γονέας σκαιουργεῖν, ἄλλο τε μηδὲν 1583αἰσχρὸν ποιεῖν ὅτι τῆς Αἰδοῦς μέλλεις τἄγαλμ᾿ ἀναπλήσειν · 1584μηδ᾿ εἰς ὀρχηστρίδος εἰσᾴττειν, ἵνα μὴ πρὸς ταῦτα 1585κεχηνὼς 1586μήλῳ βληθεὶς ὑπὸ πορνιδίου τῆς εὐκλείας ἀποθραυσθῇς, 1587μηδ᾿ ἀντειπεῖν τῷ πατρὶ μηδὲν μηδ᾿ Ἰαπετὸν καλέσαντα 1588μνησικακῆσαι τὴν ἡλικίαν ἐξ ἧς ἐνεοττοτροφήθης. 1589 1590Αδ. Εἰ ταῦτ᾿, ὦ μειράκιον, πείσει τούτῳ, νὴ τὸν Διόνυσον 1591τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις καί σε καλοῦσι βλιτομάμμαν. 1592

1593Δι. Ἀλλ᾿ οὖν λιπαρός γε καὶ εὐανθὴς ἐν γυμνασίοις 1594διατρίψεις, 1595οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελ᾿, οἷάπερ οἱ 1596νῦν, 1597οὐδ᾿ ἑλκόμενος περὶ πραγματίου 1598γλισχραντιλογεξεπιτρίπτου, 1599ἀλλ᾿ εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει 1600στεφανωσάμενος καλάμῳ λευκῷ μετὰ σώφρονος ἡλικιώτου, 1601σμίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης 1602φυλλοβολούσης, 1603ἦρος ἐν ὥρᾳ, χαίρων ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ. 1604Ἤν ταῦτα ποῇς ἁγὼ φράζω 1605καὶ πρὸς τούτοις προσέχῃς τὸν νοῦν 1606ἕξεις αἰεὶ 1607στῆθος λιπαρόν, χροιὰν λαμπράν, 1608ὤμους μεγάλους, γλῶτταν βαιάν, 1609πυγὴν μεγάλην, πόσθην μικράν· 1610ἢν δ᾿ ἅπερ οἱ νῦν ἐπιτηδεύῃς, 1611πρῶτα μὲν ἕξεις 1612χροιὰν ὠχράν, ὤμους μικρούς, 1613στῆθος λεπτόν, γλῶτταν μεγάλην, 1614κωλῆν μικράν, ψήφισμα μακρόν, 1615καί σ᾿ ἀναπείσει τὸ μὲν αἰσχρὸν ἅπαν 1616καλὸν ἡγεῖσθαι, τὸ καλὸν δ᾿ αἰσχρόν, 1617καὶ πρὸς τούτοις τῆς Ἀντιμάχου 1618καταπυγοσύνης σ᾿ ἀναπλήσει. 1619 1620Χο. Ὤ καλλίπυργον σοφίαν κλεινοτάτην ἐπασκῶν, 1621ὡς ἡδύ σου τοῖσι λόγοις σῶφρον ἔπεστιν ἄνθος. 1622Εὐδαίμονες ἄρ᾿ ἦσαν οἱ ζῶντες τότ᾿ ἐπι τῶν προτέρων. 1623Πρὸς τάδε σ᾿, ὦ κομψοπρεπῆ μοῦσαν ἔχων, 1624δεῖ σε λέγειν τι καινόν, ὡς εὐδοκίμηκεν ἁνήρ. 1625Δεινῶν δέ σοι βουλευμάτων ἔοικε δεῖν πρὸς αὐτόν, 1626εἴπερ τὸν ἄνδρ᾿ ὑπερβαλεῖ καὶ μὴ γέλωτ᾿ ὀφλήσεις. 1627 1628Αδ. Καὶ μὴν πάλαι ᾿γὼ ᾿πνιγόμην τὰ σπλάγχνα κἀπεθύμουν 1629ἅπαντα ταῦτ᾿ ἐναντίαις γνώμαισι συνταράξαι. 1630Ἐγὼ γὰρ ἥττων μὲν λόγος δι᾿ αὐτὸ τοῦτ᾿ ἐκλήθην 1631ἐν τοῖσι φροντισταῖσιν, ὅτι πρώτιστος ἐπενόησα 1632τοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντί᾿ ἀντιλέξαι. 1633Καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστ᾿ ἄξιον στατήρων, 1634αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν.

1635Σκέψαι δὲ τὴν παίδευσιν ᾗ πέποιθεν, ὡς ἐλέγξω, 1636ὅστις σε θερμῷ φησὶ λοῦσθαι πρῶτον οὐκ ἐάσειν. 1637Καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά ; 1638 1639Δι. Ὁτιὴ κάκιστόν ἐστι καὶ δειλὸν ποεῖ τὸν ἄνδρα. 1640 1641Αδ. Ἐπίσχες· εὐθὺς γάρ σε μέσον ἔχω λαβὼν ἄφυκτον. 1642Καί μοι φράσον· τῶν τοῦ Διὸς παίδων τίν᾿ ἄνδρ᾿ ἄριστον 1643ψυχὴν νομίζεις, εἰπέ, καὶ πλείστους πόνους πονῆσαι ; 1644 1645Δι. Ἐγὼ μὲν οὐδέν᾿ Ἡρακλέους βελτίον᾿ ἄνδρα κρίνω. 1646 1647Αδ. Ποῦ ψυχρὰ δῆτα πώποτ᾿ εἶδες Ἡράκλεια λουτρά ; 1648Καίτοι τίς ἀνδρειότερος ἦν ; 1649 1650Δι. Ταῦτ᾿ ἐστί, ταῦτ᾿, ἐκεῖνα 1651ἃ τῶν νεανίσκων ἀεὶ δι᾿ ἡμέρας λαλούντων 1652πλῆρες τὸ βαλανεῖον ποιεῖ κενὰς δὲ τὰς παλαίστρας. 1653 1654Αδ. Εἶτ᾿ ἐν ἀγορᾷ τὴν διατριβὴν ψέγεις, ἐγὼ δ᾿ ἐπαινῶ. 1655Εἰ γὰρ πονηρὸν ἦν, Ὅμηρος οὐδέποτ᾿ ἂν ἐποίει 1656τὸν Νέστορ᾿ ἀγορητὴν ἄν, οὐδὲ τοὺς σοφοὺς ἅπαντας. 1657Ἂνειμι δῆτ᾿ ἐντεῦθεν εἰς τὴν γλῶτταν, ἣν ὁδὶ μὲν 1658οὔ φησι χρῆναι τοὺς νέους ἀσκεῖν, ἐγὼ δέ φημι. 1659Καὶ σωφρονεῖν αὖ φησὶ χρῆναι, δύο κακὼ μεγίστω. 1660Ἐπεὶ σὺ διὰ τὸ σωφρονεῖν τῷ πώποτ᾿ εἶδες ἤδη 1661ἀγαθόν τι γενόμενον ; Φράσον, καί μ᾿ ἐξέλεγξον εἰπών. 1662 1663Δι. Πολλοῖς. Ὀ γοῦν Πηλεὺς ἔλαβε διὰ τοῦτο τὴν μάχαιραν. 1664 1665Αδ. Μάχαιραν ; Ἀστεῖόν γε κέρδος ἔλαβεν ὁ κακοδαίμων. 1666Ὑπέρβολος δ᾿ οὑκ τῶν λύχνων πλεῖν ἢ τάλαντα πολλὰ 1667εἴληφε διὰ πονηρίαν, ἀλλ᾿ οὐ μὰ Δί᾿ οὐ μάχαιραν. 1668 1669Δι. Καὶ τὴν Θέτιν γ᾿ ἔγημε διὰ τὸ σωφρονεῖν ὁ Πηλεύς. 1670 1671Αδ. Κᾆτ᾿ ἀπολιποῦσά γ᾿ αὐτὸν ᾤχετ᾿· οὐ γὰρ ἦν ὑβριστὴς 1672οὐδ᾿ ἡδὺς ἐν τοῖς στρώμασιν τὴν νύκτα παννυχίζειν· 1673γυνὴ δὲ σιναμωρουμένη χαίρει. Σὺ δ᾿ εἶ Κρόνιππος. 1674Σκέψαι γάρ, ὦ μειράκιον, ἐν τῷ σωφρονεῖν ἅπαντα 1675ἅνεστιν, ἡδονῶν θ᾿ ὅσων μέλλεις ἀποστερεῖσθαι· 1676παίδων, γυναικῶν, κοττάβων, ὄψων, πότων, καχασμῶν.

1677Καίτοι τί σοι ζῆν ἄξιον, τούτων ἐὰν στερηθῇς ; 1678Εἶἑν. Πάρειμ᾿ ἐντεῦθεν εἰς τὰς τῆς φύσεως ἀνάγκας. 1679ἥμαρτες, ἠράσθης, ἐμοίχευσάς τι, κᾆτ᾿ ἐλήφθης. 1680Ἀπόλωλας· ἀδύνατος γὰρ εἶ λέγειν. Ἐμοὶ δ᾿ ὁμιλῶν 1681χρῶ τῇ φύσει, σκίρτα, γέλα, νόμιζε μηδὲν αἰσχρόν. 1682Μοιχὸς γὰρ ἢν τύχῃς ἁλούς, τάδ᾿ ἀντερεῖς πρὸς αὐτόν, 1683ὡς οὐδὲν ἠδίκηκας· εἶτ᾿ εἰς τὸν Δί᾿ ἐπανενεγκεῖν, 1684κἀκεῖνος ὡς ἥττων ἔρωτός ἐστι καὶ γυναικῶν· 1685καίτοι σὺ θνητὸς ὢν θεοῦ πῶς μεῖζον ἂν δύναιο ; 1686 1687Δι. Τί δ᾿ ἢν ῥαφανιδωθῇ πιθόμενός σοι τέφρᾳ τε τιλθῇ ; 1688Ἓξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι ; 1689 1690Αδ. Ἤν δ᾿ εὐρύπρωκτος ᾖ, τί πείσεται κακόν ; 1691 1692Δι. Τί μὲν οὖν ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ ; 1693 1694Αδ. Τί δῆτ᾿ ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ ; 1695 1696Δι. Σιγήσομαι. Τί δ᾿ ἄλλο ; 1697 1698Αδ. Φέρε δή μοι φράσον, 1699συνηγοροῦσιν ἐκ τίνων ; 1700 1701Δι. Ἐξ εὐρυπρώκτων. 1702 1703Αδ. Πείθομαι. 1704Τί δαί ; Τραγῳδοῦσ᾿ ἐκ τίνων ; 1705 1706Δι. Ἐξ εὐρυπρώκτων. 1707 1708Αδ. Εὖ λέγεις. 1709Δημηγοροῦσι δ᾿ ἐκ τίνων ; 1710 1711Δι. Ἐξ εὐρυπρώκτων. 1712 1713Αδ. Ἄρα δῆτ᾿ 1714ἔγνωκας ὡς οὐδὲν λέγεις ; 1715Καὶ τῶν θεατῶν ὁπότεροι πλείους σκόπει. 1716 1717Δι. Καὶ δὴ σκοπῶ. 1718

1719Αδ. Τί δῆθ᾿ ὁρᾷς ; 1720 1721Δι. Πολὺ πλείονας, νὴ τοὺς θεούς, 1722τοὺς εὐρυπρώκτους. Τουτονὶ γοῦν οἶδ᾿ ἐγὼ κἀκεινονὶ 1723καὶ τὸν κομήτην τουτονί. 1724 1725Αδ. Τί δῆτ᾿ ἐρεῖς ; 1726 1727Δι. Ἡττήμεθ᾿. Ὀ κινούμενοι, 1728πρὸς τῶν θεῶν δέξασθέ μου θοἰμάτιον, ὡς 1729ἐξαυτομολῶ πρὸς ὑμᾶς. 1730 1731Αδ. Τί δῆτα ; Πότερα τοῦτον ἀπάγεσθαι λαβὼν 1732βούλει τὸν υἱόν, ἢ διδάσκω σοι λέγειν ; 1733 1734Στ. Δίδασκε καὶ κόλαζε καὶ μέμνησ᾿ ὅπως 1735εὖ μοι στομώσεις αὐτόν, ἐπὶ μὲν θάτερα 1736οἷον δικιδίοις, τὴν δ᾿ ἑτέραν αὐτοῦ γνάθον 1737στόμωσον οἵαν εἰς τὰ μείζω πράγματα. 1738 1739Αδ. Ἀμέλει, κομιεῖ τοῦτον σοφιστὴν δεξιόν. 1740 1741Φε. Ὠχρὸν μὲν οὖν οἶμαί γε καὶ κακοδαίμονα. 1742 1743Χο. Χωρεῖτέ νυν. Οἶμαι δὲ σοὶ ταῦτα μεταμελήσειν. 1744Τοὺς κριτὰς ἃ κερδανοῦσιν, ἤν τι τόνδε τὸν χορὸν 1745ὠφελῶσ᾿ ἐκ τῶν δικαίων, βουλόμεσθ᾿ ἡμεῖς φράσαι. 1746Πρῶτα μὲν γάρ, ἢν νεᾶν βούλησθ᾿ ἐν ὥρᾳ τοὺς ἀγρούς, 1747ὕσομεν πρώτοισιν ὑμῖν, τοῖσι δ᾿ ἄλλοις ὕστερον. 1748Εἶτα τὸν καρπὸν τεκούσας ἀμπέλους φυλάξομεν, 1749ὥστε μήτ᾿ αὐχμὸν πιέζειν μήτ᾿ ἄγαν ἐπομβρίαν. 1750Ἤν δ᾿ ἀτιμάσῃ τις ἡμᾶς θνητὸς ὢν οὔσας θεάς, 1751προσεχέτω τὸν νοῦν πρὸς ἡμῶν οἷα πείσεται κακά, 1752λαμβάνων οὔτ᾿ οἶνον οὔτ᾿ ἄλλ᾿ οὐδὲν ἐκ τοῦ χωρίου. 1753Ἡνίκ᾿ ἂν γὰρ αἵ τ᾿ ἐλαῖαι βλαστάνωσ᾿ αἵ τ᾿ ἄμπελοι, 1754ἀποκεκόψονται· τοιαύταις σφενδόναις παιήσομεν. 1755Ἤν δὲ πλινθεύοντ᾿ ἴδωμεν, ὕσομεν καὶ τοῦ τέγους 1756τὸν κέραμον αὐτοῦ χαλάζαις στρογγύλαις συντρίψομεν. 1757Κἂν γαμῇ ποτ᾿ αὐτὸς ἢ τῶν ξυγγενῶν ἢ τῶν φίλων, 1758ὕσομεν τὴν νύκτα πᾶσαν, ὥστ᾿ ἴσως βουλήσεται 1759κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶς. 1760

1761Στ. Πέμπτη, τετράς, τρίτη· μετὰ ταύτην δευτέρα· 1762εἶθ᾿ ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶν 1763δέδοικα καὶ πέφρικα καὶ βδελύττομαι, 1764εὐθὺς μετὰ ταύτην ἔσθ᾿ ἕνη τε καὶ νέα. 1765Πᾶς γάρ τις ὀμνύς, οἷς ὀφείλων τυγχάνω, 1766θείς μοι πρυτανεῖ᾿ ἀπολεῖν μέ φησι κἀξολεῖν. 1767Κἀμοῦ μέτριά τε καὶ δίκαι᾿ αἰτουμένου, 1768ὦ δαιμόνιε, τὸ μέν τι νυνὶ μὴ λάβῃς, 1769τὸ δ᾿ ἀναβαλοῦ μοι, τὸ δ᾿ ἄφεσ, οὔ φασίν ποτε 1770οὕτως ἀπολήψεσθ᾿, ἀλλὰ λοιδοροῦσί με 1771ὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι. 1772Νῦν οὖν δικαζέσθων. Ὀλίγον γάρ μοι μέλει, 1773εἴπερ μεμάθηκεν εὖ λέγειν Φειδιππίδης. 1774Τάχα δ᾿ εἴσομαι κόψας τὸ φροντιστήριον. 1775Παῖ, ἠμί, παῖ, παῖ. 1776 1777Σω. Στρεψιάδην ἀσπάζομαι. 1778 1779Στ. Κἄγωγέ σ᾿. Ἀλλὰ τουτονὶ πρῶτον λαβέ. 1780Χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον. 1781Καί μοι τὸν υἱόν, εἰ μεμάθηκε τὸν λόγον 1782ἐκεῖνον, εἴφ᾿, ὃν ἀρτίως εἰσήγαγες. 1783 1784Σω. Μεμάθηκεν. 1785 1786Στ. Εὖ γ᾿, ὦ παμβασίλει᾿ Ἀπαιόλη. 1787 1788Σω. Ὥστ᾿ ἀποφύγοις ἂν ἥντιν᾿ ἂν βούλῃ δίκην. 1789 1790Στ. Κεἰ μάρτυρες παρῆσαν ὅτ᾿ ἐδανειζόμην ; 1791 1792Σω. Πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι. 1793 1794Στ. Βοάσομαι τἄρα τὰν ὑπέρτονον 1795βοάν. Ἰώ, κλάετ᾿ ὦβολοστάται, 1796αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων. 1797Οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθ᾿ ἔτι, 1798οἷος ἐμοὶ τρέφεται 1799τοῖσδ᾿ ἐνὶ δώμασι παῖς 1800ἀμφήκει γλώττῃ λάμπων, 1801πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη, 1802λυσανίας πατρῴων μεγάλων κακῶν·

1803͵ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ. 1804Ὤ τέκνον, ὦ παῖ, ἔξελθ᾿ οἴκων, 1805ἄϊε σοῦ πατρός. 1806 1807Σω. Ὅδ᾿ ἐκεῖνος ἀνήρ. 1808 1809Στ. Ὤ φίλος, ὦ φίλος. 1810 1811Σω. Ἄπιθι λαβών. 1812 1813Στ. Ἰὼ ἰώ, τέκνον. Ἰώ, ἰοῦ ἰοῦ. 1814Ὡς ἥδομαί σου πρῶτα τὴν χροιὰν ἰδών. 1815Νῦν μέν γ᾿ ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς 1816κἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριον 1817ἀτεχνῶς ἐπανθεῖ, τὸ τί λέγεις σύ ; Καὶ δοκεῖν 1818ἀδικοῦντ᾿ ἀδικεῖσθαι, καὶ κακουργοῦντ᾿, οἶδ᾿ ὅτι. 1819Ἐπὶ τοῦ προσώπου τ᾿ ἐστὶν Ἀττικὸν βλέπος. 1820Νῦν οὖν ὅπως σώσεις μ᾿, ἐπεὶ κἀπώλεσας. 1821 1822Φε. Φοβεῖ δὲ δὴ τί ; 1823 1824Στ. Τὴν ἕνην τε καὶ νέαν. 1825 1826Φε. Ἕνη γάρ ἐστι καὶ νέα τις ἡμέρα ; 1827 1828Στ. Εἰς ἥν γε θήσειν τὰ πρυτανεῖά φασί μοι. 1829 1830Φε. Ἀπολοῦσ᾿ ἄρ᾿ αὔθ᾿ οἱ θέντες. Οὐ γάρ ἐσθ᾿ ὅπως 1831μί᾿ ἡμέρα γένοιτ᾿ ἂν ἡμέραι δύο. 1832 1833Στ. Οὐκ ἂν γένοιτο ; 1834 1835Φε. Πῶς γάρ, εἰ μή περ γ᾿ ἅμα 1836αὑτὴ γένοιτ᾿ ἂν γραῦς τε καὶ νέα γυνή. 1837 1838Στ. Καὶ μὴν νενόμισταί γ᾿. 1839 1840Φε. Οὐ γὰρ οἶμαι τὸν νόμον 1841ἴσασιν ὀρθῶς ὅτι νοεῖ. 1842 1843Στ. Νοεῖ δὲ τί ; 1844

1845Φε. ὁ Σόλων ὁ παλαιὸς ἦν φιλόδημος τὴν φύσιν. 1846 1847Στ. Τουτὶ μὲν οὐδέν πω πρὸς ἕνην τε καὶ νέαν. 1848 1849Φε. Ἐκεῖνος οὖν τὴν κλῆσιν εἰς δύ᾿ ἡμέρας 1850ἔθηκεν, εἴς γε τὴν ἕνην τε καὶ νέαν, 1851ἵν᾿ αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ. 1852 1853Στ. Ἳνα δὴ τί τὴν ἕνην προσέθηκεν ; 1854 1855Φε. Ἵν᾿, ὦ μέλε, 1856παρόντες οἱ φεύγοντες ἡμέρᾳ μιᾷ 1857πρότερον ἀπαλλάττοινθ᾿ ἑκόντες· εἰ δὲ μή, 1858ἕωθεν ὑπανιῷντο τῇ νουμηνίᾳ. 1859 1860Στ. Πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ 1861ἁρχαὶ τὰ πρυτανεῖ᾿, ἀλλ᾿ ἕνῃ τε καὶ νέᾳ ; 1862 1863Φε. Ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι παθεῖν· 1864ὅπως τάχιστα τὰ πρυτανεῖ᾿ ὑφελοίατο, 1865διὰ τοῦτο προυτένθευσαν ἡμέρᾳ μιᾷ. 1866 1867Στ. Εὖ γ᾿. Ὀ κακοδαίμονες, τί κάθησθ᾿ ἀβέλτεροι, 1868ἡμέτερα κέρδη τῶν σοφῶν, ὄντες λίθοι, 1869ἀριθμός, πρόβατ᾿ ἄλλως, ἀμφορῆς νενησμένοι ; 1870Ὣστ᾿ εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶ 1871ἐπ᾿ εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον. 1872« ῭Μάκαρ ὦ Στρεψίαδες 1873αὐτός τ᾿ ἔφυς, ὡς σοφός, 1874χοἶον τὸν υἱὸν τρέφεις », 1875φήσουσι δή μ᾿ οἱ φίλοι 1876χοἰ δημόται 1877ζηλοῦντες ἡνίκ᾿ ἂν σὺ νικᾷς λέγων τὰς δίκας. 1878Ἀλλ᾿ εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι. 1879 1880ΔΑΝΕΙΣΤΗΣ Α. Εἶτ᾿ ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι ; 1881Οὐδέποτέ γ᾿, ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε 1882ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα, 1883ὅτε τῶν ἐμαυτοῦ γ᾿ ἕνεκα νυνὶ χρημάτων 1884ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι 1885ἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ. 1886Ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ

1887ζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην 1888 1889Στ. Τίς οὑτοσί ; 1890 1891Δα Α. Εἰς τὴν ἕνην τε καὶ νέαν. 1892 1893Στ. Μαρτύρομαι 1894ὅτι εἰς δύ᾿ εἶπεν ἡμέρας. Τοῦ χρήματος ; 1895 1896Δα Α. Τῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενος 1897τὸν ψαρὸν ἵππον. 1898 1899Στ. Ἵππον ; Οὐκ ἀκούετε ; 1900Ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθ᾿ ἱππικήν. 1901 1902Δα Α. Καὶ νὴ Δί᾿ ἀποδώσειν γ᾿ ἐπώμνυς τοὺς θεούς. 1903 1904Στ. Μὰ τὸν Δί᾿ οὐ γάρ πω τότ᾿ ἐξηπίστατο 1905Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον. 1906 1907Δα Α. Νῦν δὲ διὰ τοῦτ᾿ ἔξαρνος εἶναι διανοεῖ ; 1908 1909Στ. Τί γὰρ ἄλλ᾿ ἂν ἀπολαύσαιμι τοῦ μαθήματος ; 1910 1911Δα Α. Καὶ ταῦτ᾿ ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺς 1912ἵν᾿ ἂν κελεύσω ᾿γώ σε ; 1913 1914Στ. Τοὺς ποίους θεούς ; 1915 1916Δα Α. Τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ. 1917 1918Στ. Νὴ Δία, 1919κἂν προσκαταθείην γ᾿, ὥστ᾿ ὀμόσαι, τριώβολον. 1920 1921Δα Α. Ἀπόλοιο τοίνυν ἕνεκ᾿ ἀναιδείας ἔτι. 1922 1923Στ. Ἁλσὶν διασμηχθεὶς ὄναιτ᾿ ἂν οὑτοσί. 1924 1925Δα Α. Οἴμ᾿ ὡς καταγελᾷς. 1926 1927Στ. ἓξ χοᾶς χωρήσεται. 1928

1929Δα Α. Οὔ τοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺς 1930ἐμοῦ καταπροίξει. 1931 1932Στ. Θαυμασίως ἥσθην θεοῖς, 1933καὶ Ζεὺς γελοῖος ὀμνύμενος τοῖς εἰδόσιν. 1934 1935Δα Α. Ἦ μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην. 1936Ἀλλ᾿ εἴτ᾿ ἀποδώσεις μοι τὰ χρήματ᾿ εἴτε μή, 1937ἀπόπεμψον ἀποκρινάμενος. 1938 1939Στ. Ἔχε νυν ἥσυχος· 1940ἐγὼ γὰρ αὐτίκ᾿ ἀποκρινοῦμαί σοι σαφῶς. 1941 1942Δα Α. Τί σοι δοκεῖ δράσειν ; Ἀποδώσειν σοι δοκεῖ ; 1943 1944Στ. Ποῦ ᾿σθ᾿ οὗτος ἁπαιτῶν με τἀργύριον ; Λέγε, 1945τουτὶ τί ἐστι ; 1946 1947Δα Α. Τοῦθ᾿ ὅ τι ἐστί ; Κάρδοπος. 1948 1949Στ. Ἓπειτ᾿ ἀπαιτεῖς ἀργύριον τοιοῦτος ὤν ; 1950Οὐκ ἂν ἀποδοίην οὐδ᾿ ἂν ὀβολὸν οὐδενὶ, 1951ὅστις καλέσειε κάρδοπον τὴν καρδόπην. 1952 1953Δα Α. Οὐκ ἄρ᾿ ἀποδώσεις ; 1954 1955Στ. Οὐχ ὅσον γ᾿ ἔμ᾿ εἰδέναι. 1956Οὔκουν ἁνύσας τι θᾶττον ἀπολιταργιεῖς 1957ἀπὸ τῆς θύρας ; 1958Δα Α. Ἄπειμι· καὶ τοῦτ᾿ ἴσθ᾿, ὅτι 1959θήσω πρυτανεῖ᾿, ἢ μηκέτι ζῴην ἐγώ. 1960 1961Στ. Προσαποβαλεῖς ἄρ᾿ αὐτὰ πρὸς ταῖς δώδεκα. 1962Καίτοι σε τοῦτό γ᾿ οὐχὶ βούλομαι παθεῖν 1963ὁτιὴ ᾿κάλεσας εὐηθικῶς τὴν κάρδοπον. 1964 1965ΔΑΝΕΙΣΤΗΣ Β. Ἰώ μοι μοι. 1966 1967Στ. Ἒα· τίς οὑτος ἔσθ᾿ ὁ θρηνῶν ; Οὔ τι που 1968τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο ; 1969 1970Δα Α. Τί δ᾿, ὅστις εἰμί, τοῦτο βούλεσθ᾿ εἰδέναι ;

1971Ἀνὴρ κακοδαίμων. 1972Στ. Κατὰ σεαυτόν νυν τρέπου. 1973 1974Δα Α. Ὤ σκληρὲ δαῖμον· ὦ τύχαι θραυσάντυγες 1975ἵππων ἐμῶν· ὦ Παλλάς, ὥς μ᾿ ἀπώλεσας. 1976 1977Στ. Τί δαί σε Τλημπόλεμός ποτ᾿ εἴργασται κακόν ; 1978 1979Δα Α. Μὴ σκῶπτέ μ᾿, ὦ τᾶν, ἀλλά μοι τὰ χρήματα 1980τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν, 1981ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι. 1982 1983Στ. Τὰ ποῖα ταῦτα χρήμαθ᾿ ; 1984 1985Δα Α. Ἁδανείσατο. 1986 1987Στ. Κακῶς ἄρ᾿ ὄντως εἶχες, ὥς γ᾿ ἐμοὶ δοκεῖς. 1988 1989Δα Α. ἵππους γ᾿ ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς. 1990 1991Στ. Τί δῆτα ληρεῖς ὥσπερ ἀπ᾿ ὄνου καταπεσών ; 1992 1993Δα Α. Ληρῶ, τὰ χρήματ᾿ ἀπολαβεῖν εἰ βούλομαι ; 1994 1995Στ. Οὐκ ἔσθ᾿ ὅπως σύ γ᾿ αὐτὸς ὑγιαίνεις. 1996 1997Δα Α. Τί δαί ; 1998 1999Στ. Τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς. 2000 2001Δα Α. Σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γ᾿ ἐμοί, 2002εἰ μὴ ᾿ποδώσεις τἀργύριον. 2003 2004Στ. Κάτειπέ νυν· 2005Πότερα νομίζεις καινὸν αἰεὶ τὸν Δία 2006ὕειν ὕδωρ ἑκάστοτ᾿, ἢ τὸν ἥλιον 2007ἕλκειν κάτωθεν ταὐτὸ τοῦθ᾿ ὕδωρ πάλιν ; 2008 2009Δα Α. Οὐκ οἶδ᾿ ἔγωγ᾿ ὁπότερον, οὐδέ μοι μέλει. 2010 2011Στ. Πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ, 2012εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων ;

2013 2014Δα Α. Ἀλλ᾿ εἰ σπανίζεις τἀργυρίου μοι τὸν τόκον 2015ἀπόδοτε. 2016 2017Στ. Τοῦτο δ᾿ ἔσθ᾿, ὁ τόκος, τί θηρίον ; 2018 2019Δα Α. Τί δ᾿ ἄλλο γ᾿ ἢ κατὰ μῆνα καὶ καθ᾿ ἡμέραν 2020πλέον πλέον τἀργύριον αἰεὶ γίγνεται 2021ὑπορρέοντος τοῦ χρόνου ; 2022 2023Στ. Καλῶς λέγεις. 2024Τί δῆτα ; Τὴν θάλαττάν ἐσθ᾿ ὅτι πλείονα 2025νυνὶ νομίζεις ἢ πρὸ τοῦ ; 2026 2027Δα Α. Μὰ Δί᾿, ἀλλ᾿ ἴσην. 2028Οὐ γὰρ δίκαιον πλείον᾿ εἶναι. 2029 2030Στ. Κᾆτα πῶς 2031αὕτη μέν, ὦ κακόδαιμον, οὐδὲν γίγνεται 2032ἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ 2033ζητεῖς ποῆσαι τἀργύριον πλέον τὸ σόν ; 2034Οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας ; 2035Φέρε μοι τὸ κέντρον. 2036 2037Δα Β. Ταῦτ᾿ ἐγὼ μαρτύρομαι. 2038 2039Στ. Ὓπαγε. Τί μέλλεις ; Οὐκ ἐλᾷς, ὦ σαμφόρα ; 2040 2041Δα Β. Ταῦτ᾿ οὐχ ὕβρις δῆτ᾿ ἐστίν ; 2042 2043Στ. Ἄιξεις ; Ἐφιαλῶ 2044κεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον. 2045Φεύγεις ; Ἔμελλόν σ᾿ ἆρα κινήσειν ἐγὼ 2046αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν. 2047 2048Χο. Οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων· ὁ γὰρ 2049γέρων ὅδ᾿ ἐρασθεὶς 2050ἀποστερῆσαι βούλεται 2051τὰ χρήμαθ᾿ ἁδανείσατο. 2052Κοὐκ ἔσθ᾿ ὅπως οὐ τήμερον 2053λήψεταί τι πρᾶγμ᾿ ὃ τοῦ2054τον ποήσει τὸν σοφι-

2055στὴν ὧν πανουργεῖν ἤρξατ᾿ ἐξ2056αίφνης λαβεῖν κακὸν τι. 2057 2058Οἶμαι γὰρ αὐτὸν αὐτίχ᾿ εὑρήσειν ὅπερ 2059πάλαι ποτ᾿ ἐζήτει, 2060εἶναι τὸν υἱὸν δεινόν οἱ 2061γνώμας ἐναντίας λέγειν 2062τοῖσιν δικαίοις, ὥστε νι2063κᾶν ἅπαντας, οἵσπερ ἂν 2064ξυγγένηται, κἂν λέγῃ 2065παμπόνηρ᾿. Ἴσως δ᾿ ἴσως 2066βουλήσεται 2067κἄφωνον αὐτὸν εἶναι. 2068 2069Στ. Ἰοὺ ἰού. 2070Ὦ γείτονες καὶ ξυγγενεῖς καὶ δημόται, 2071ἀμυνάθετέ μοι τυπτομένῳ πάσῃ τέχνῃ. 2072Οἴμοι κακοδαίμων τῆς κεφαλῆς καὶ τῆς γνάθου. 2073Ὦ μιαρέ, τύπτεις τὸν πατέρα ; 2074 2075Φε. Φήμ᾿, ὦ πάτερ. 2076 2077Στ. Ὁρᾶθ᾿ ὁμολογοῦνθ᾿ ὅτι με τύπτει ; 2078 2079Φε. Καὶ μάλα. 2080 2081Στ. Ὦ μιαρὲ καὶ πατραλοῖα καὶ τοιχωρύχε. 2082 2083Φε. Αὖθίς με ταὐτὰ ταῦτα καὶ πλείω λέγε. 2084Ἆρ᾿ οἶσθ᾿ ὅτι χαίρω πόλλ᾿ ἀκούων καὶ κακά ; 2085 2086Στ. Ὦ λακκόπρωκτε. 2087 2088Φε. Πάττε πολλοῖς τοῖς ῥόδοις. 2089 2090Στ. Τὸν πατέρα τύπτεις ; 2091 2092Φε. Κἀποφανῶ γε νὴ Δία 2093ὡς ἐν δίκῃ σ᾿ ἔτυπτον. 2094 2095Στ. Ὦ μιαρώτατε, 2096καὶ πῶς γένοιτ᾿ ἂν πατέρα τύπτειν ἐν δίκῃ ;

2097 2098Φε. Ἔγωγ᾿ ἀποδείξω καί σε νικήσω λέγων. 2099 2100Στ. Τουτὶ σὺ νικήσεις ; 2101 2102Φε. Πολύ γε καὶ ῥᾳδίως. 2103ἑλοῦ δ᾿ ὁπότερον τοῖν λόγοιν βούλει λέγειν. 2104 2105Στ. Ποίοιν λόγοιν ; 2106Φε. Τὸν κρείττον᾿ ἢ τὸν ἥττονα. 2107 2108Στ. Ἐδιδαξάμην μέντοι σε νὴ Δί᾿, ὦ μέλε, 2109τοῖσιν δικαίοις ἀντιλέγειν, εἰ ταῦτά γε 2110μέλλεις ἀναπείσειν, ὡς δίκαιον καὶ καλὸν 2111τὸν πατέρα τύπτεσθ᾿ ἐστὶν ὑπὸ τῶν υἱέων. 2112 2113Φε. Ἀλλ᾿ οἴομαι μέντοι σ᾿ ἀναπείσειν, ὥστε γε 2114οὐδ᾿ αὐτὸς ἀκροασάμενος οὐδὲν ἀντερεῖς. 2115 2116Στ. Καὶ μὴν ὅτι καὶ λέξεις ἀκοῦσαι βούλομαι. 2117 2118Χο. Σὸν ἔργον, ὦ πρεσβῦτα, φροντίζειν ὅπῃ 2119τὸν ἄνδρα κρατήσεις, 2120ὡς οὗτος, εἰ μή τῳ ᾿πεποίθειν, οὐκ ἂν ἦν 2121οὕτως ἀκόλαστος. 2122Ἀλλ᾿ ἔσθ᾿ ὅτῳ θρασύνεται· δῆλόν γε τἀν2123θρώπου᾿ στι τό λῆμα. 2124Ἀλλ᾿ ἐξ ὅτου τὸ πρῶτον ἤρξαθ᾿ ἡ μάχη γενέσθαι 2125ἤδη λέγειν χρὴ πρὸς χορόν· πάντως δὲ τοῦτο δράσεις. 2126 2127Στ. Καὶ μὴν ὅθεν γε πρῶτον ἠρξάμεσθα λοιδορεῖσθαι 2128ἐγὼ φράσω. ᾿πειδὴ γὰρ εἱστιώμεθ᾿, ὥσπερ ἴστε, 2129πρῶτον μὲν αὐτὸν τὴν λύραν λαβόντ᾿ ἐγὼ ᾿κέλευσα 2130ᾆσαι Σιμωνίδου μέλος, τὸν Κριόν, ὡς ἐπέχθη. 2131Ὁ δ᾿ εὐθέως ἀρχαῖον εἶν᾿ ἔφασκε τὸ κιθαρίζειν 2132ᾄδειν τε πίνονθ᾿, ὡσπερεὶ κάχρυς γυναῖκ᾿ ἀλοῦσαν. 2133 2134Φε. Οὐ γὰρ τότ᾿ εὐθὺς χρῆν σ᾿ ἀράττεσθαί τε καὶ 2135πατεῖσθαι, 2136ᾄδειν κελεύονθ᾿, ὡσπερεὶ τέττιγας ἑστιῶντα ; 2137 2138Στ. Τοιαῦτα μέντοι καὶ τότ᾿ ἔλεγεν ἔνδον, οἷάπερ νῦν,

2139καὶ τὸν Σιμωνίδην ἔφασκ᾿ εἶναι κακὸν ποητήν. 2140Κἀγὼ μόλις μέν, ἀλλ᾿ ὅμως, ἠνεσχόμην τὸ πρῶτον. 2141Ἔπειτα δ᾿ ἐκέλευσ᾿ αὐτὸν ἀλλὰ μυρρίνην λαβόντα 2142τῶν Αἰσχύλου λέξαι τί μοι. Κᾆθ᾿ οὗτος εὐθὺς εἶπεν· 2143« Ἐγὼ γὰρ Αἰσχύλον νομίζω πρῶτον ἐν ποηταῖς, 2144ψόφου πλέων, ἀξύστατον, στόμφακα, κρημνοποιόν. » 2145Κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν ; 2146Ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην· « Σὺ δ᾿ ἀλλὰ τούτων 2147λέξον τι τῶν νεωτέρων, ἅττ᾿ ἐστὶ τὰ σοφὰ ταῦτα. » 2148Ὁ δ᾿ εὐθὺς ἦγ᾿ Εὐριπίδου ῥῆσίν τιν᾿, ὡς ἐκίνει 2149ἁδελφός, ὦ ᾿λεξίκακε, τὴν ὁμομητρίαν ἀδελφήν. 2150Κἀγὼ οὐκέτ᾿ ἐξηνεσχόμην, ἀλλ᾿ εὐθέως ἀράττω 2151πολλοῖς κακοῖς καἰσχροῖσι. Κᾆτ᾿ ἐντεῦθεν, οἷον εἰκός, 2152ἔπος πρὸς ἔπος ἠρειδόμεσθ᾿· εἶθ᾿ οὗτος ἐπαναπηδᾷ, 2153κἄπειτ᾿ ἔφλα με κἀσπόδει κἄπνιγε κἀπέτριβεν. 2154 2155Φε. Οὔκουν δικαίως, ὅστις οὐκ Εὐριπίδην ἐπαινεῖς, 2156σοφώτατον ; 2157 2158Στ. Σοφώτατον γ᾿ ἐκεῖνον, ὦ_τί σ᾿ εἴπω ; 2159Ἀλλ᾿ αὖθις αὖ τυπτήσομαι. 2160 2161Φε. Νὴ τὸν Δί᾿, ἐν δίκῃ γ᾿ ἄν. 2162 2163Στ. Καὶ πῶς δικαίως ; Ὅστις ὦ ᾿ναίσχυντέ σ᾿ ἐξέθρεψα 2164αἰσθανόμενός σου πάντα τραυλίζοντος, ὅτι νοοίης. 2165Εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον· 2166μαμμᾶν δ᾿ ἂν αἰτήσαντος, ἧκόν σοι φέρων ἂν ἄρτον· 2167κακκᾶν δ᾿ ἂν οὐκ ἔφθης φράσας, κἀγὼ λαβὼν θύραζε 2168ἐξέφερον ἂν καὶ προυσχόμην σε. Σὺ δέ με νῦν ἀπάγχων, 2169βοῶντα καὶ κεκραγόθ᾿ ὅτι 2170χεζητιῴην, οὐκ ἔτλης 2171ἔξω ᾿ξενεγκεῖν, ὦ μιαρέ, 2172θύραζέ μ᾿, ἀλλὰ πνιγόμενος 2173αὐτοῦ ᾿πόησα κακκᾶν. 2174 2175Χο. Οἶμαί γε τῶν νεωτέρων τὰς καρδίας 2176πηδᾶν ὅτι λέξει. 2177Εἰ γὰρ τοιαῦτά γ᾿ οὗτος ἐξειργασμένος 2178λαλῶν ἀναπείσει, 2179τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἂν 2180ἀλλ᾿ οὐδ᾿ ἐρεβίνθου.

2181 2182Σὸν ἔργον, ὦ καινῶν ἐπῶν κινητὰ καὶ μοχλευτά, 2183πειθώ τινα ζητεῖν, ὅπως δόξεις λέγειν δίκαια. 2184 2185Φε. Ὡς ἡδὺ καινοῖς πράγμασιν καὶ δεξιοῖς ὁμιλεῖν 2186καὶ τῶν καθεστώτων νόμων ὑπερφρονεῖν δύνασθαι. 2187Ἐγὼ γὰρ ὅτε μὲν ἱππικῇ τὸν νοῦν μόνῃ προσεῖχον, 2188οὐδ᾿ ἂν τρί᾿ εἰπεῖν ῥήμαθ᾿ οἷός τ᾿ ἦν πρὶν ἐξαμαρτεῖν· 2189νυνὶ δ᾿, ἐπειδή μ᾿ οὑτοσὶ τούτων ἔπαυσεν αὐτός, 2190γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις, 2191οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν. 2192 2193Στ. Ἵππευε τοίνυν νὴ Δί᾿, ὡς ἔμοιγε κρεῖττόν ἐστιν 2194ἵππων τρέφειν τέθριππον ἢ τυπτόμενον ἐπιτριβῆναι. 2195 2196Φε. Ἐκεῖσε δ᾿ ὅθεν ἀπέσχισάς με τοῦ λόγου μέτειμι, 2197καὶ πρῶτ᾿ ἐρήσομαί σε τουτί· παῖδά μ᾿ ὄντ᾿ ἔτυπτες ; 2198 2199Στ. Ἒγωγέ σ᾿, εὐνοῶν τε καὶ κηδόμενος. 2200 2201Φε. Εἰπὲ δή μοι, 2202οὐ κἀμὲ σοὶ δίκαιόν ἐστιν εὐνοεῖν ὁμοίως 2203τύπτειν τ᾿, ἐπειδήπερ γε τοῦτ᾿ ἔστ᾿ εὐνοεῖν, τὸ τύπτειν ; 2204Πῶς γὰρ τὸ μὲν σὸν σῶμα χρὴ πληγῶν ἀθῷον εἶναι, 2205τοὐμὸν δὲ μή ; Καὶ μὴν ἔφυν ἐλεύθερός γε κἀγώ. 2206« Κλάουσι παῖδες, πατέρα δ᾿ οὐ κλάειν δοκεῖς ; » 2207Φήσεις νομίζεσθαι σὺ παιδὸς τοῦτο τοὔργον εἶναι· 2208ἐγὼ δέ γ᾿ ἀντείποιμ᾿ ἂν ὡς δὶς παῖδες οἱ γέροντες. 2209Εἰκός τε μᾶλλον τοὺς γέροντας ἢ νέους τι κλάειν, 2210ὅσῳπερ ἐξαμαρτάνειν ἧττον δίκαιον αὐτούς. 2211 2212Στ. Ἀλλ᾿ οὐδαμοῦ νομίζεται τὸν πατέρα τοῦτο πάσχειν. 2213 2214Φε. Οὔκουν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον ἦν τὸ πρῶτον, 2215ὥσπερ σὺ κἀγώ, καὶ λέγων ἔπειθε τοὺς παλαιούς ; 2216Ἧττόν τι δῆτ᾿ ἔξεστι κἀμοὶ καινὸν αὖ τὸ λοιπὸν 2217θεῖναι νόμον τοῖς υἱέσιν, τοὺς πατέρας ἀντιτύπτειν ; 2218Ὅσας δὲ πληγὰς εἴχομεν πρὶν τὸν νόμον τεθῆναι, 2219ἀφίεμεν, καὶ δίδομεν αὐτοῖς προῖκα συγκεκόφθαι. 2220Σκέψαι δὲ τοὺς ἀλεκτρυόνας καὶ τἄλλα τὰ βοτὰ ταυτί, 2221ὡς τοὺς πατέρας ἀμύνεται· καίτοι τί διαφέρουσιν 2222ἡμῶν ἐκεῖνοι, πλήν γ᾿ ὅτι ψηφίσματ᾿ οὐ γράφουσιν ;

2223 2224Στ. Τί δῆτ᾿, ἐπειδὴ τοὺς ἀλεκτρυόνας ἅπαντα μιμεῖ, 2225οὐκ ἐσθίεις καὶ τὴν κόπρον κἀπὶ ξύλου καθεύδεις ; 2226 2227Φε. Οὐ ταὐτόν, ὦ τᾶν, ἐστίν, οὐδ᾿ ἂν Σωκράτει δοκοίη. 2228 2229Στ. Πρὸς ταῦτα μὴ τύπτ᾿· εἰ δὲ μή, σαυτόν ποτ᾿ αἰτιάσει. 2230 2231Φε. Καὶ πῶς ; 2232 2233Στ. Ἐπεὶ σὲ μὲν δίκαιός εἰμ᾿ ἐγὼ κολάζειν, 2234σὺ δ᾿, ἢν γένηταί σοι, τὸν υἱόν. 2235Φε. Ἤν δὲ μὴ γένηται, 2236μάτην ἐμοὶ κεκλαύσεται, σὺ δ᾿ ἐγχανὼν τεθνήξεις. 2237 2238Στ. Ἐμοὶ μέν, ὦνδρες ἥλικες, δοκεῖ λέγειν δίκαια, 2239κἄμοιγε συγχωρεῖν δοκεῖ τούτοισι τἀπιεικῆ· 2240κλάειν γὰρ ἡμᾶς εἰκός ἐστ᾿, ἢν μὴ δίκαια δρῶμεν. 2241 2242Φε. Σκέψαι δὲ χἀτέραν ἔτι γνώμην. 2243Στ. Ἀπὸ γὰρ ὀλοῦμαι. 2244 2245Φε. Καὶ μὴν ἴσως γ᾿ οὐκ ἀχθέσει παθὼν ἃ νῦν πέπονθας. 2246 2247Στ. Πῶς δή ; Δίδαξον γὰρ τί μ᾿ ἐκ τούτων ἐπωφελήσεις. 2248 2249Φε. Τὴν μητέρ᾿ ὥσπερ καὶ σὲ τυπτήσω. 2250 2251Στ. Τί φῄς, τί φῂς σύ ; 2252Τοῦθ᾿ ἕτερον αὖ μεῖζον κακόν. 2253 2254Φε. Τί δ᾿ ἢν ἔχων τὸν ἥττω 2255λόγον σε νικήσω λέγων 2256τὴν μητέρ᾿ ὡς τύπτειν χρεών ; 2257 2258Στ. Τί δ᾿ ἄλλο γ᾿ ἤ, ταῦτ᾿ ἢν ποιῇς, 2259οὐδέν σε κωλύσει σεαυ2260τὸν ἐμβαλεῖν εἰς τὸ βάραθρον 2261μετὰ Σωκράτους 2262καὶ τὸν λόγον τὸν ἥττω ; 2263Ταυτὶ δι᾿ ὑμᾶς, ὦ Νεφέλαι, πέπονθ᾿ ἐγώ, 2264ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα.

2265 2266Χο. Αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος, 2267στρέψας σεαυτὸν εἰς πονηρὰ πράγματα. 2268 2269Στ. Τί δῆτα ταῦτ᾿ οὔ μοι τότ᾿ ἠγορεύετε, 2270ἀλλ᾿ ἄνδρ᾿ ἄγροικον καὶ γέροντ᾿ ἐπήρατε ; 2271 2272Χο. Ἡμεῖς ποιοῦμεν ταῦθ᾿ ἑκάστοθ᾿, ὅντιν᾿ ἂν 2273γνῶμεν πονηρῶν ὄντ᾿ ἐραστὴν πραγμάτων, 2274ἕως ἂν αὐτὸν ἐμβάλωμεν εἰς κακόν, 2275ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι. 2276 2277Στ. Ὤμοι, πονηρά γ᾿, ὦ Νεφέλαι, δίκαια δέ· 2278οὐ γάρ με χρῆν τὰ χρήμαθ᾿ ἁδανεισάμην 2279ἀποστερεῖν. Νῦν οὖν ὅπως, ὦ φίλτατε, 2280τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη 2281ἀπολεῖς μετ᾿ ἐμοῦ ᾿λθών, οἳ σὲ κἄμ᾿ ἐξηπάτων. 2282 2283Φε. Ἀλλ᾿ οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους. 2284 2285Στ. Ναὶ ναί, καταιδέσθητι πατρῷον Δία. 2286 2287Φε. Ἰδού γε Δία πατρῷον. Ὡς ἀρχαῖος εἶ. 2288Ζεὺς γάρ τις ἐστίν ; 2289 2290Στ. Ἐστίν. 2291 2292Φε. Οὐκ ἔστ᾿, οὔκ, ἐπεὶ 2293Δῖνος βασιλεύει, τὸν Δί᾿ ἐξεληλακώς. 2294 2295Στ. Οὐκ ἐξελήλακ᾿, ἀλλ᾿ ἐγὼ τοῦτ᾿ ᾠόμην 2296διὰ τουτονὶ τὸν δῖνον. Ὤμοι δείλαιος, 2297ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην. 2298 2299Φε. Ἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα. 2300 2301Στ. Οἴμοι παρανοίας. Ὡς ἐμαινόμην ἄρα 2302ὅτ᾿ ἐξέβαλον καὶ τοὺς θεοὺς διὰ Σωκράτη. 2303Ἀλλ᾿ ὦ φίλ᾿ Ἑρμῆ, μηδαμῶς θύμαινέ μοι, 2304μηδέ μ᾿ ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχε 2305ἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ. 2306Καί μοι γενοῦ ξύμβουλος, εἴτ᾿ αὐτοὺς γραφὴν

2307διωκάθω γραψάμενος, εἴθ᾿ ὅτι σοι δοκεῖ. 2308Ὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν 2309ἀλλ᾿ ὡς τάχιστ᾿ ἐμπιμπράναι τὴν οἰκίαν 2310τῶν ἀδολεσχῶν. Δεῦρο δεῦρ᾿, ὦ Ξανθία, 2311κλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων, 2312κἄπειτ᾿ ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριον 2313τὸ τέγος κατάσκαπτ᾿, εἰ φιλεῖς τὸν δεσπότην, 2314ἕως ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν. 2315Μοὶ δὲ δᾷδ᾿ ἐνεγκάτω τις ἡμμένην. 2316Κἀγώ τιν᾿ αὐτῶν τήμερον δοῦναι δίκην 2317ἐμοὶ ποήσω, κεἰ σφόδρ᾿ εἴσ᾿ ἀλαζόνες. 2318 2319ΜΑΘΗΤΗΣ Α. Ἰοὺ ἰού. 2320 2321Στ. Σὸν ἔργον, ὦ δᾷς, ἱέναι πολλὴν φλόγα. 2322 2323Μα. Ἄνθρωπε, τί ποεῖς ; 2324 2325Στ. Ὅ τι ποιῶ ; Τί δ᾿ ἄλλο γ᾿ ἢ 2326διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας ; 2327 2328ΜΑΘΗΤΗΣ· Τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν ; 2329 2330Στ. Ἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε. 2331 2332Μα. Ἀπολεῖς, ἀπολεῖς. 2333 2334Στ. Τοῦτ᾿ αὐτὸ γὰρ καὶ βούλομαι, 2335ἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας 2336ἢ ᾿γὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών. 2337 2338Σω. Οὗτος, τί ποιεῖς ἐτεόν, οὑπὶ τοῦ τέγους ; 2339 2340Στ. Ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον. 2341 2342Σω. Οἴμοι τάλας δείλαιος, ἀποπνιγήσομαι. 2343 2344Μα. Ἐγὼ δὲ κακοδαίμων γε κατακαυθήσομαι. 2345 2346Στ. Τί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε 2347καὶ τῆς σελήνης ἐσκοπεῖσθε τὴν ἕδραν ; 2348Δίωκε, παῖε, βάλλε, πολλῶν οὕνεκα,

2349μάλιστα δ᾿ εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν. 2350 2351Χο. Ἡγεῖσθ᾿ ἔξω· κεχόρευται γὰρ μετρίως τό γε τήμερον 2352ἡμῖν. 2353

Text line 372 2354

Line here 593

Related Documents

Clouds
November 2019 16
Clouds
June 2020 12
Clouds
May 2020 8
Nine Clouds
November 2019 22
Clouds Deproj
November 2019 25
Plot Clouds
November 2019 18