Tule

  • June 2020
  • PDF

This document was uploaded by user and they confirmed that they have the permission to share it. If you are author or own the copyright of this book, please report to us by using this DMCA report form. Report DMCA


Overview

Download & View Tule as PDF for free.

More details

  • Words: 165
  • Pages: 1
Der König von Thule (J. W. Goethe) ἦν δέ τις ἐν Θούλῃ βασιλεὺς μέγας, ὃς περὶ πάντων ἤπιος ἦν θνητοῖσιν, ἔταισι δὲ πιστὸς ἕταιρος. τῷ δὲ γυνὴ περικαλλὲς ὀρέξατο χερσὶ κύπελλον παλλακίς· αὐτὰρ ἐκεῖνος ἐδέξατο, χαῖρε δὲ θυμῷ, καλὸν, χρύσειον, πυμάτην δόσιν· ἣ δ᾽ ἄρα δοῦσα εἰς ᾽Αίδαο δόμους κατεβήσατο, λεῖπε δ᾽ ἄρ᾽ ἥβην. καὶ τό γε χειρὶ λαβὼν θάμ᾽ ἐτέρπετο, πυκνὰ δ᾽ ἐκεῖθεν ἐν θοίναις πίνεσκε, ἰαίνετο τ᾽ ἀμφαφόων μιν ἦτορ· ἀτὰρ θανάτου κοινὸν πέρας ἐγγύθ᾽ ὀισθείς κτήματα πάντ᾽ ἐνὶ θυμῷ ἐπήλυθεν, ὅσσα πέπατο, κτήσεως δ ᾽αὖτε φίλοισιν ἐχάζετο, νεῖμε δὲ δῶρα. οὐ μὴν κεῖνο γ᾽ ἔδωκεν, ἑκὼν δ᾽ ὅ γε λήσετο θυμῷ, ὅς ῥά ποτ᾽ ὑψηλοῖσι καθήμενος ἐν μεγάροισι δαίνυτ᾽ ἐν ἱππεῦσιν, δειδιξάμενος δὲ ἑταίρους ὕστατον ἐγκεράσας πόμα πῖνεν, καί ῥα κύπελλον μάρψας εἰς ἅλα δῖαν ἴαλλεν· τοῦ δ᾽ ἄρ᾽ ἔπειτα αὐτὸς ἀφ᾽ ὑψηλοῖο δόμου πάπταινε πεσόντος ἧος ἁλὸς κατὰ βένθε᾽ ἐδύσατο, κρύψατο δ᾽αὐτό. αὐτὰρ ὃ παπτήνας μιν ἀπὸ τράπεν ὅσσε φαεινώ γιγνώσκων κατὰ θυμὸν ὃ πινεμεν οὐκέτ᾽ ἔμελλεν.

5

10

15

20

Related Documents

Tule
June 2020 1
Tule
June 2020 4